Add parallel Print Page Options

18 ἔρχεται [a]Μαριὰμ ἡ Μαγδαληνὴ [b]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [c]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ [d]μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ [e]μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν [f]ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν [g]αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μιᾷ WH Treg NIV ] + τῶν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μαθηταὶ WH Treg NIV ] + συνηγμένοι RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 ἔδειξεν NIV ] + καὶ WH Treg; + αὐτοῖς RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 αὐτοῖς WH Treg NIV ] αὐτοῦ RP