Add parallel Print Page Options

26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον [a]ὑμῖν. 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, [b]ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ [c]πατὴρ μείζων μού ἐστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 ὅτι WH Treg NIV ] + εἶπον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14:28 πατὴρ WH Treg NIV ] + μου RP