Add parallel Print Page Options

18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα [a]τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων [b]μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα [c]πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων [d]ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 τίνας WH Treg NIV ] οὓς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:18 μου WH Treg NIV ] μετ᾽ ἐμοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:20 ἄν WH Treg NIV ] ἐάν RP