Add parallel Print Page Options

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ [a]εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, [b]ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ [c]εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι [d]ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, [e]οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς [f]τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς;

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον [g]τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών Μὴ [h]μοιχεύσῃς εἶπεν καί Μὴ [i]φονεύσῃς· εἰ δὲ οὐ [j]μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται [k]ἔλεος κρίσεως.

14 [l]Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 [m]ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ [n]λειπόμενοι τῆς ἐφημέρου τροφῆς, 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, [o]τί ὄφελος; 17 οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ [p]ἔχῃ ἔργα, νεκρά ἐστιν καθ’ ἑαυτήν.

18 Ἀλλ’ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου [q]χωρὶς τῶν [r]ἔργων, κἀγώ [s]σοι δείξω ἐκ τῶν ἔργων μου τὴν [t]πίστιν. 19 σὺ πιστεύεις ὅτι [u]εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων [v]ἀργή ἐστιν; 21 Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23 καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24 [w]ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25 ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26 ὥσπερ [x]γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις [y]χωρὶς ἔργων νεκρά ἐστιν.

Footnotes

  1. ΙΑΚΩΒΟΥ 2:2 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΙΑΚΩΒΟΥ 2:3 ἐπιβλέψητε δὲ WH NIV ] καὶ ἐπιβλέψητε Treg RP
  3. ΙΑΚΩΒΟΥ 2:3 εἴπητε WH Treg NIV ] + αὐτῷ RP
  4. ΙΑΚΩΒΟΥ 2:3 ἢ κάθου ἐκεῖ WH ] ἐκεῖ ἢ κάθου Treg NIV; ἐκεῖ ἢ κάθου ὧδε RP
  5. ΙΑΚΩΒΟΥ 2:4 οὐ WH Treg NIV] καὶ οὐ RP
  6. ΙΑΚΩΒΟΥ 2:5 τῷ κόσμῳ WH Treg NIV ] τοῦ κόσμου RP
  7. ΙΑΚΩΒΟΥ 2:10 τηρήσῃ πταίσῃ WH Treg NIV ] τηρήσει πταίσει RP
  8. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύσῃς WH Treg NIV ] μοιχεύσεις RP
  9. ΙΑΚΩΒΟΥ 2:11 φονεύσῃς WH Treg NIV ] φονεύσεις RP
  10. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύεις φονεύεις WH Treg NIV ] μοιχεύσεις φονεύσεις RP
  11. ΙΑΚΩΒΟΥ 2:13 ἔλεος WH Treg NIV ] ἔλεον RP
  12. ΙΑΚΩΒΟΥ 2:14 Τί WH ] + τὸ Treg NIV RP
  13. ΙΑΚΩΒΟΥ 2:15 ἐὰν WH Treg NIV ] + δὲ RP
  14. ΙΑΚΩΒΟΥ 2:15 λειπόμενοι WH Treg NIV ] + ὦσιν RP
  15. ΙΑΚΩΒΟΥ 2:16 τί WH ] + τὸ Treg NIV RP
  16. ΙΑΚΩΒΟΥ 2:17 ἔχῃ ἔργα WH Treg NIV ] ἔργα ἔχῃ RP
  17. ΙΑΚΩΒΟΥ 2:18 χωρὶς WH Treg NIV ] ἐκ RP
  18. ΙΑΚΩΒΟΥ 2:18 ἔργων WH Treg NIV ] + σου RP
  19. ΙΑΚΩΒΟΥ 2:18 σοι δείξω WH Treg NIV ] δείξω σοι RP
  20. ΙΑΚΩΒΟΥ 2:18 πίστιν WH Treg NIV ] + μου RP
  21. ΙΑΚΩΒΟΥ 2:19 εἷς ἐστιν ὁ θεός Treg NIV ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP
  22. ΙΑΚΩΒΟΥ 2:20 ἀργή WH Treg NIV ] νεκρά RP
  23. ΙΑΚΩΒΟΥ 2:24 ὁρᾶτε WH Treg NIV ] + τοίνυν RP
  24. ΙΑΚΩΒΟΥ 2:26 γὰρ Treg NIV RP ] – WH
  25. ΙΑΚΩΒΟΥ 2:26 χωρὶς WH NIV ] + τῶν Treg RP

αδελφοι μου μη εν προσωποληψιαις εχετε την πιστιν του κυριου ημων ιησου χριστου της δοξης

εαν γαρ εισελθη εις την συναγωγην υμων ανηρ χρυσοδακτυλιος εν εσθητι λαμπρα εισελθη δε και πτωχος εν ρυπαρα εσθητι

και επιβλεψητε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε αυτω συ καθου ωδε καλως και τω πτωχω ειπητε συ στηθι εκει η καθου ωδε υπο το υποποδιον μου

και ου διεκριθητε εν εαυτοις και εγενεσθε κριται διαλογισμων πονηρων

ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεος εξελεξατο τους πτωχους του κοσμου τουτου πλουσιους εν πιστει και κληρονομους της βασιλειας ης επηγγειλατο τοις αγαπωσιν αυτον

υμεις δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμας εις κριτηρια

ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμας

ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεις τον πλησιον σου ως σεαυτον καλως ποιειτε

ει δε προσωποληπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ως παραβαται

10 οστις γαρ ολον τον νομον τηρησει πταισει δε εν ενι γεγονεν παντων ενοχος

11 ο γαρ ειπων μη μοιχευσης ειπεν και μη φονευσης ει δε ου μοιχευσεις φονευσεις δε γεγονας παραβατης νομου

12 ουτως λαλειτε και ουτως ποιειτε ως δια νομου ελευθεριας μελλοντες κρινεσθαι

13 η γαρ κρισις ανιλεως τω μη ποιησαντι ελεος και κατακαυχαται ελεος κρισεως

14 τι το οφελος αδελφοι μου εαν πιστιν λεγη τις εχειν εργα δε μη εχη μη δυναται η πιστις σωσαι αυτον

15 εαν δε αδελφος η αδελφη γυμνοι υπαρχωσιν και λειπομενοι ωσιν της εφημερου τροφης

16 ειπη δε τις αυτοις εξ υμων υπαγετε εν ειρηνη θερμαινεσθε και χορταζεσθε μη δωτε δε αυτοις τα επιτηδεια του σωματος τι το οφελος

17 ουτως και η πιστις εαν μη εργα εχη νεκρα εστιν καθ εαυτην

18 αλλ ερει τις συ πιστιν εχεις καγω εργα εχω δειξον μοι την πιστιν σου εκ των εργων σου καγω δειξω σοι εκ των εργων μου την πιστιν μου

19 συ πιστευεις οτι ο θεος εις εστιν καλως ποιεις και τα δαιμονια πιστευουσιν και φρισσουσιν

20 θελεις δε γνωναι ω ανθρωπε κενε οτι η πιστις χωρις των εργων νεκρα εστιν

21 αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκας ισαακ τον υιον αυτου επι το θυσιαστηριον

22 βλεπεις οτι η πιστις συνηργει τοις εργοις αυτου και εκ των εργων η πιστις ετελειωθη

23 και επληρωθη η γραφη η λεγουσα επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην και φιλος θεου εκληθη

24 ορατε τοινυν οτι εξ εργων δικαιουται ανθρωπος και ουκ εκ πιστεως μονον

25 ομοιως δε και ρααβ η πορνη ουκ εξ εργων εδικαιωθη υποδεξαμενη τους αγγελους και ετερα οδω εκβαλουσα

26 ωσπερ γαρ το σωμα χωρις πνευματος νεκρον εστιν ουτως και η πιστις χωρις των εργων νεκρα εστιν