ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19-12:9
SBL Greek New Testament
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ [a]ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης [b]αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ [c]καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.
12 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα, 2 καὶ ἐν γαστρὶ ἔχουσα· [d]καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. 3 καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδοὺ δράκων [e]μέγας πυρρός, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα, 4 καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. 5 καὶ ἔτεκεν υἱόν, [f]ἄρσεν, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. 6 καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον [g]ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ [h]τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.
7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ [i]τοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπολέμησεν καὶ οἱ ἄγγελοι αὐτοῦ, 8 καὶ οὐκ [j]ἴσχυσεν, οὐδὲ τόπος εὑρέθη [k]αὐτῶν ἔτι ἐν τῷ οὐρανῷ. 9 καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶ [l]ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην— ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ’ αὐτοῦ ἐβλήθησαν.
Footnotes
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 ὁ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 αὐτοῦ WH Treg NIV ] τοῦ κυρίου RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 11:19 καὶ σεισμὸς WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:2 καὶ κράζει WH NIV ] κράζει Treg; ἔκραζεν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:3 μέγας πυρρός WH NIV ] πυρρὸς μέγας Treg RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:5 ἄρσεν WH Treg NIV ] ἄρρενα RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:6 τρέφωσιν WH NIV ] τρέφουσιν Treg; ἐκτρέφωσιν RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:7 τοῦ WH Treg NIV ] – RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 ἴσχυσεν WH NIV RP ] ἴσχυσαν Treg
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:8 αὐτῶν WH Treg NIV ] αὐτῷ RP
- ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 12:9 ὁ WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software