ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5-14
SBL Greek New Testament
5 Καὶ ὅταν [a]προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, [b]ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω [c]ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει [d]σοι.
7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ [e]ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, 10 ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ [f]ἐπὶ γῆς· 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς [g]ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ [h]πονηροῦ. 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 προσεύχησθε, οὐκ ἔσεσθε ὡς WH Treg NIV ] προσεύχῃ οὐκ ἔσῃ ὥσπερ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὅπως WH Treg NIV ] + ἂν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:5 ὑμῖν WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:6 σοι WH Treg NIV ] + ἐν τῷ φανερῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:8 ὁ Treg NIV RP ] + θεὸς ὁ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:10 ἐπὶ WH Treg NIV ] + τῆς RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:12 ἀφήκαμεν WH Treg NIV ] ἀφίεμεν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:13 πονηροῦ WH Treg NIV ] + Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας Ἀμήν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software