ΚΑΤΑ ΜΑΡΚΟΝ 5:1-12
SBL Greek New Testament
5 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν [a]Γερασηνῶν. 2 καὶ [b]ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου [c]εὐθὺς ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ [d]οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς [e]ἴσχυεν αὐτὸν δαμάσαι· 5 καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς [f]μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 [g]καὶ ἰδὼν τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν [h]αὐτόν, 7 καὶ κράξας φωνῇ μεγάλῃ [i]λέγει· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. 8 ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. 9 καὶ ἐπηρώτα αὐτόν· Τί [j]ὄνομά σοι; καὶ [k]λέγει αὐτῷ· [l]Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· 10 καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ [m]αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. 11 ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12 καὶ παρεκάλεσαν [n]αὐτὸν λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:1 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 ἐξελθόντος αὐτοῦ WH Treg NIV ] ἐξελθόντι αὐτῷ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:2 εὐθὺς ὑπήντησεν WH Treg NIV ] εὐθέως ἀπήντησεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:3 οὐδὲ ἁλύσει οὐκέτι WH Treg NIV ] οὔτε ἁλύσεσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:4 ἴσχυεν αὐτὸν WH Treg NIV ] αὐτὸν ἴσχυεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:5 μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NIV ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 καὶ ἰδὼν WH Treg NIV ] Ἰδὼν δὲ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:6 αὐτόν WH ] αὐτῷ Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:7 λέγει WH Treg NIV ] εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 ὄνομά σοι WH Treg NIV ] σοι ὄνομα RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 λέγει αὐτῷ WH Treg NIV ] ἀπεκρίθη λέγων RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:9 Λεγιὼν WH Treg NIV ] Λεγεὼν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:10 αὐτὰ WH Treg NIV ] αὐτοὺς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 5:12 αὐτὸν WH Treg NIV ] + πάντες οἱ δαίμονες RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software