ΚΑΤΑ ΛΟΥΚΑΝ 18:18-27
SBL Greek New Testament
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 20 τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν [a]μητέρα. 21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα [b]ἐφύλαξα ἐκ νεότητος [c]μου. 22 ἀκούσας [d]δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν [e]οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. 23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος [f]ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24 Ἰδὼν δὲ αὐτὸν ὁ [g]Ἰησοῦς εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες [h]εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται· 25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ [i]τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26 Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ [j]παρὰ τῷ θεῷ ἐστιν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:20 μητέρα WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 ἐφύλαξα WH Treg NIV ] ἐφυλαξάμην RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:21 μου Treg RP ] – WH NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 δὲ WH Treg NIV ] + ταῦτα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:22 οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NIV; οὐρανῷ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:23 ἐγενήθη WH Treg NIV ] ἐγένετο RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:24 εἰς … θεοῦ εἰσπορεύονται WH Treg NIV ] εἰσελεύσονται εἰς … θεοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:25 τρήματος βελόνης WH Treg NIV ] τρυμαλιᾶς ῥαφίδος RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:27 παρὰ τῷ θεῷ ἐστιν WH Treg NIV ] ἐστιν παρὰ τῷ θεῷ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software