Font Size
ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1-5
SBL Greek New Testament
ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1-5
SBL Greek New Testament
18 Ἔλεγεν [a]δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι [b]αὐτοὺς καὶ μὴ ἐγκακεῖν, 2 λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. 4 καὶ οὐκ [c]ἤθελεν ἐπὶ χρόνον, μετὰ [d]ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι [e]οὐδὲ ἄνθρωπον ἐντρέπομαι, 5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 δὲ WH NIV ] + καὶ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:1 αὐτοὺς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ἤθελεν WH Treg NIV ] ἠθέλησεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NIV RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 18:4 οὐδὲ ἄνθρωπον WH Treg NIV ] καὶ ἄνθρωπον οὐκ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software