ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:19-33
SBL Greek New Testament
19 [a]Σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 [b]ἄλλοι ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς [c]ἀνοῖξαι;
22 Ἐγένετο [d]τότε τὰ ἐγκαίνια ἐν [e]τοῖς Ἱεροσολύμοις· [f]χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [g]τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, [h]ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν [i]ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου [j]ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ [k]δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου [l]ὃ δέδωκέν [m]μοι [n]πάντων μεῖζων ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ [o]πατρός. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν [p]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ [q]ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ [r]πατρός· διὰ ποῖον αὐτῶν ἔργον [s]ἐμὲ λιθάζετε; 33 ἀπεκρίθησαν αὐτῷ οἱ [t]Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:19 Σχίσμα WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:21 ἄλλοι WH Treg RP NA ] + δὲ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:21 ἀνοῖξαι WH Treg NIV ] ἀνοίγειν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τότε WH NIV ] δὲ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τοῖς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 χειμὼν WH Treg NIV ] καὶ χειμὼν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:23 τοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ὅτι οὐκ WH Treg NIV ] οὐ γάρ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ἐμῶν WH Treg NIV ] + καθὼς εἶπον ὑμῖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27 ἀκούουσιν WH Treg NIV ] ἀκούει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NIV ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 ὃ WH Treg NA ] ὃς NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 μοι WH Treg RP NA ] + αὐτὰ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA; μείζων πάντων NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πατρός WH NIV ] + μου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:31 οὖν Treg RP ] – WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NIV] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 πατρός WH NIV ] + μου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἐμὲ λιθάζετε WH Treg NIV ] λιθάζετε ἐμὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:33 Ἰουδαῖοι WH Treg NIV ] + λέγοντες RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software