ΠΕΤΡΟΥ Α΄ 1:17-25
SBL Greek New Testament
17 Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ’ [a]ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς 21 τοὺς δι’ αὐτοῦ [b]πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς [c]ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον [d]ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ [e]μένοντος· 24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα [f]αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ [g]ἄνθος ἐξέπεσεν· 25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Read full chapterFootnotes
- ΠΕΤΡΟΥ Α΄ 1:20 ἐσχάτου WH Treg NIV] ἐσχάτων RP
- ΠΕΤΡΟΥ Α΄ 1:21 πιστοὺς WH Treg NIV] πιστεύοντας RP
- ΠΕΤΡΟΥ Α΄ 1:22 ἀληθείας WH Treg NIV] + διὰ πνεύματος RP
- ΠΕΤΡΟΥ Α΄ 1:22 ἐκ WH Treg NIV] + καθαρᾶς RP NA
- ΠΕΤΡΟΥ Α΄ 1:23 μένοντος WH Treg NIV] + εἰς τὸν αἰῶνα RP
- ΠΕΤΡΟΥ Α΄ 1:24 αὐτῆς WH Treg NIV] ἀνθρώπου RP
- ΠΕΤΡΟΥ Α΄ 1:24 ἄνθος WH Treg NIV] + αὐτοῦ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software