ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:1-10
SBL Greek New Testament
10 Οὐ θέλω [a]γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, 2 καὶ πάντες εἰς τὸν Μωϋσῆν [b]ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, 3 καὶ πάντες τὸ αὐτὸ [c]πνευματικὸν βρῶμα ἔφαγον 4 καὶ πάντες τὸ αὐτὸ [d]πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ [e]πέτρα δὲ ἦν ὁ Χριστός· 5 ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν [f]Χριστόν, [g]καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [h]ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, [i]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:1 γὰρ WH Treg NIV ] δὲ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:2 ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:3 πνευματικὸν βρῶμα WH Treg NIV ] βρῶμα πνευματικὸν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πνευματικὸν ἔπιον πόμα WH Treg NIV ] πόμα πνευματικὸν ἔπιον RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:4 πέτρα δὲ WH Treg NIV ] δὲ πέτρα RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 Χριστόν RP NA ] κύριον WH Treg NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 καθώς WH Treg NIV ] + καί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software