Add parallel Print Page Options

31 Ἐν αὐτῇ τῇ [a]ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις [b]ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι. 33 πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. 34 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 35 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος [c]ὑμῶν. λέγω [d]δὲ [e]ὑμῖν, οὐ μὴ [f]ἴδητέ με ἕως [g]ἥξει ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:31 ὥρᾳ WH NIV ] ἡμέρᾳ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:32 ἀποτελῶ WH Treg NIV ] ἐπιτελῶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:35 ὑμῶν WH Treg NA ] + ἔρημος NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:35 δὲ WH Treg RP NA ] – NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:35 ὑμῖν WH Treg NIV ] + ὅτι RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:35 ἴδητέ με WH Treg NIV ] με ἴδητε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:35 ἥξει ὅτε Treg NA ] – WH NIV; ἄν ἥξει ὅτε RP