Font Size
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:13-17
SBL Greek New Testament
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:13-17
SBL Greek New Testament
13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ [a]τίνων ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους [b]ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς [c]ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:14 τίνων WH Treg NIV ] τίνος RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:15 ἱερὰ WH ] τὰ ἱερὰ Treg NIV RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3:16 ἐλεγμόν WH Treg NIV ] ἔλεγχον RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software