ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:13-5:1
SBL Greek New Testament
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας [a]τὸν Ἰησοῦν καὶ ἡμᾶς [b]σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
16 Διὸ οὐκ [c]ἐγκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ [d]ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως [e]ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
5 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.
Footnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 τὸν Holmes WHmarg ] + κύριον WH Treg NIV RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:14 σὺν WH Treg NIV ] διὰ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἐγκακοῦμεν WH Treg NIV ] ἐκκακοῦμεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:16 ἔσω ἡμῶν WH Treg NIV ] ἔσωθεν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 4:17 ἡμῶν Treg NIV RP ] – WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software