Add parallel Print Page Options

12 Ἀκούσας [a]δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:12 δὲ WH Treg NIV ] + ὁ Ἰησοῦς RP

14 [a]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [b]εὐαγγέλιον τοῦ θεοῦ

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP

14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.

Read full chapter

Ὡς οὖν ἔγνω ὁ [a]Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης— καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ— ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν [b]πάλιν εἰς τὴν Γαλιλαίαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:1 Ἰησοῦς Holmes NA ] κύριος WH Treg NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:3 πάλιν WH Treg NIV ] – RP