Añadir traducción en paralelo Imprimir Opciones de la página

11 Ἐγὼ μὲν [a]ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ [b]καὶ πυρί· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν [c]ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 καὶ πυρί WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg

καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· [a]ἐγὼ ἐβάπτισα [b]ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς [c]ἐν πνεύματι ἁγίῳ.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐγὼ WH Treg NIV ] + μὲν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ὑμᾶς WH NIV ] + ἐν Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:8 ἐν Treg NIV RP ] – WH

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, 16 ἀπεκρίνατο [a]λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ [b]διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ [c]συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:16 λέγων πᾶσιν ὁ Ἰωάννης WH NIV ] ὁ Ἰωάννης ἅπασιν λέγων Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 διακαθᾶραι WH NIV ] διακαθαριεῖ Treg; καὶ διακαθαριεῖ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:17 συναγαγεῖν WH NIV ] συναξεῖ Treg RP

24 [a]Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς [b]οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· [c]μέσος ὑμῶν [d]ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27 [e]ὁ ὀπίσω μου [f]ἐρχόμενος, οὗ [g]οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν [h]ὁ Ἰωάννης βαπτίζων.

Read full chapter

Notas al pie

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:24 Καὶ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:25 οὐδὲ … οὐδὲ WH Treg NIV ] οὔτε … οὔτε RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 μέσος WH Treg NA ] + δὲ NIV RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 ἕστηκεν NIV RP ] στήκει WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 Treg NIV] – WH; αὐτός ἐστιν ὁ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 ἐρχόμενος WH Treg NIV ] + ὃς ἔμπροσθέν μου γέγονεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 οὐκ εἰμὶ Holmes WHmarg ] οὐκ εἰμὶ ἐγὼ WH Treg NIV; ἐγὼ οὐκ εἰμὶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28 WH Treg NIV ] – RP