Add parallel Print Page Options

27 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ [a]παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:2 παρέδωκαν WH Treg NIV ] + αὐτὸν Ποντίῳ RP

15 Καὶ [a]εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ [b]παρέδωκαν Πιλάτῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 εὐθὺς WH Treg NIV ] εὐθέως ἐπὶ τὸ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:1 παρέδωκαν WH Treg NIV ] + τῷ RP

23 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.

Read full chapter

28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν [a]ἀλλὰ φάγωσιν τὸ πάσχα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:28 ἀλλὰ WH Treg NIV ] ἀλλ᾽ ἵνα RP