Add parallel Print Page Options

Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς [a]εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη [b]γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ [c]ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:6 εἰς RP ] περὶ WH Treg NIV
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:7 ἀνθρώπῳ WH Treg NIV ] + ἐκείνῳ RP

42 Καὶ ὃς [a]ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν [b]τούτων τῶν πιστευόντων [c]εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται [d]μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 ἂν WH Treg NIV ] ἐὰν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 τούτων WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 εἰς ἐμέ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:42 μύλος ὀνικὸς WH Treg NIV ] λίθος μυλικὸς RP

17 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς [a]αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ [b]τὰ σκάνδαλα μὴ ἐλθεῖν, [c]πλὴν οὐαὶ δι’ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ [d]λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ [e]τῶν μικρῶν τούτων ἕνα. προσέχετε ἑαυτοῖς. ἐὰν [f]ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 αὐτοῦ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NIV ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:1 πλὴν οὐαὶ WH Treg NIV ] οὐαὶ δὲ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 λίθος μυλικὸς WH Treg NIV ] μύλος ὀνικὸς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:2 τῶν μικρῶν τούτων ἕνα WH Treg NIV ] ἕνα τῶν μικρῶν τούτων RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:3 ἁμάρτῃ WH Treg NIV ] δὲ ἁμάρτῃ εἰς σὲ RP