Add parallel Print Page Options

40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται. 42 καὶ ὃς [a]ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:42 ἂν WH Treg NIV ] ἐὰν RP

41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν [a]ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν [b]ὅτι οὐ μὴ [c]ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὀνόματι WH Treg NIV ] + μου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ὅτι WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 9:41 ἀπολέσῃ WH NIV RP ] ἀπολέσει Treg

16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

Read full chapter

20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων [a]ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:20 ἄν WH Treg NIV ] ἐάν RP