ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:12-18
Tyndale House Greek New Testament
12 Γεινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, 13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως [a]τὸν λόγον λαλεῖν. 15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν. 16 οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι· 17 οἱ δὲ ἐξ ἐριθείας [b]τὸν χριστὸν καταγγέλλουσιν οὐχ ἁγνῶς οἰόμενοι θλίψιν ἐγείρειν τοῖς δεσμοῖς μου. 18 τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ εἴτε προφάσει εἴτε ἀληθείᾳ χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω ἀλλὰ καὶ χαρήσομαι.
Read full chapterFootnotes
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:14 τὸν λόγον P46 D2 K 1424; λογον του θεου א A B D*(τον λογον λαλειν του θ̅υ) P Ψ 69
- ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 1:17 τὸν χριστὸν א* א2b A D K P 69 1424; χριστον א2a B Ψ
The Greek New Testament, Copyright © 2017 Tyndale House, Cambridge. Used by permission of Crossway Books, a publishing ministry of Good News Publishers. All rights reserved.
Bible Gateway Recommends





