A A A A A
Bible Book List

Matthew 4Tree of Life Version (TLV)

Overcoming Temptation with God’s Word

Then Yeshua was led by the Ruach into the wilderness to be tempted by the devil. After He had fasted for forty days and forty nights, He was hungry. And when the tempter came to Him, he said, “If You are Ben-Elohim, tell these stones to become bread.”

But He replied, “It is written, ‘Man shall not live by bread alone, but by every word that comes from the mouth of God.’”[a]

Then the devil took Him into the holy city and placed Him on the highest point of the Temple. “If You are Ben-Elohim,” he said, “throw Yourself down. For it is written,

‘He shall command His angels concerning you,’[b]
and ‘upon their hands they shall lift you up,
so that you may not strike your foot against a stone.’”[c]

Yeshua said to him, “Again it is written, ‘You shall not put Adonai your God to the test.’”[d]

Again, the devil takes Him to a very high mountain and shows Him all the kingdoms of the world and their glory. And he said to Him, “All these things I will give You, if You fall down and worship me.”

10 Then Yeshua says to him, “Go away, satan! For it is written, ‘You shall worship Adonai your God, and Him only shall you serve.’” [e] 11 Then the devil leaves Him. And behold, angels came and began to take care of Him.

Yeshua Withdraws to Seek God

12 Now when Yeshua heard that John had been handed over, He withdrew to the Galilee. 13 Leaving Natzeret, He came and settled in Capernaum, which is by the sea in the regions of Zebulun and Naphtali. 14 This was to fulfill what was spoken through Isaiah the prophet, saying,

15 “Land of Zebulun and land of Naphtali,
the way of the sea, beyond the Jordan,
Galilee of the nations—
16 the people sitting in darkness have seen a great light,
and those sitting in the region and shadow of death,
on them a light has dawned.”[f]

17 From then on, Yeshua began to proclaim, “Turn away from your sins, for the kingdom of heaven is near.”

Raising Up Fishers of Men

18 Now as Yeshua was walking by the Sea of Galilee, He saw two brothers, Simon who was called Peter and Andrew his brother. They were casting a net into the sea, for they were fishermen. 19 And He said to them, “Follow Me, and I will make you fishers of men.” 20 Immediately they left their nets and followed Him.

21 Going on from there, He saw two other brothers, Jacob the son of Zebedee and John his brother. They were in the boat with Zebedee their father, mending their nets, and He called them. 22 Immediately they left the boat and their father and followed Him.

23 Yeshua was going throughout all the Galilee, teaching in their synagogues and proclaiming the Good News of the kingdom, and healing every kind of disease and sickness among the people. 24 News about Him spread throughout all Syria. And they brought to Him all the sick—those tormented by various diseases and afflictions, those plagued by demons, the epileptics, the paralyzed—and He healed them. 25 And large crowds followed Him from the Galilee, the Decapolis, Jerusalem, Judea, and beyond the Jordan.

Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4SBL Greek New Testament (SBLGNT)

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. καὶ προσελθὼν [a]ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται [b]ὁ ἄνθρωπος, ἀλλ’ [c]ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ [d]ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν καὶ [e]εἶπεν αὐτῷ· Ταῦτά [f]σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· [g]Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

12 Ἀκούσας [h]δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν [i]σκοτίᾳ [j]φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλιεῖς· 19 καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

23 Καὶ περιῆγεν [k]ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. 24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις [l]συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς. 25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ πειράζων εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 ἐπὶ WH NIV RP ] ἐν Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:5 ἔστησεν WH Treg NIV ] ἵστησιν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:9 εἶπεν WH Treg NIV ] λέγει RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:9 σοι πάντα WH Treg NIV ] πάντα σοι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:10 Ὕπαγε WH Treg NA ] + ὀπίσω μου NIV RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:12 δὲ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:16 σκοτίᾳ WH Treg ] σκότει NIV RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:16 φῶς εἶδεν WH Treg NIV ] εἶδεν φῶς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:23 ἐν ὅλῃ τῇ Γαλιλαίᾳ WH NIV ] ὁ Ἰησοῦς ἐν ὅλῃ τῇ Γαλιλαίᾳ Treg; ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:24 συνεχομένους WH Treg ] + καὶ NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes