A A A A A
Bible Book List

Matthew 17 Tree of Life Version (TLV)

Two Witnesses and a Voice from Heaven

17 After six days, Yeshua takes with Him Peter and Jacob and John his brother, and brings them up a high mountain by themselves. Now He was transfigured before them; His face shone like the sun, and His clothes became as white as the light. And behold, Moses and Elijah appeared to them, talking with Yeshua. Peter responded to Yeshua, “Master, it’s good for us to be here! If You wish, I will make three sukkot here—one for You, and one for Moses, and one for Elijah.”[a]

While He was still speaking, suddenly a bright cloud overshadowed them; and behold, a voice from out of the cloud, saying, “This is My Son, whom I love; with Him I am well pleased. Listen to Him!”[b]

When the disciples heard this, they fell face down, terrified. But Yeshua came and touched them. “Get up,” He said. “Stop being afraid.” And lifting their eyes, they saw no one except Yeshua alone.

As they were coming down from the mountain, Yeshua commanded them, saying, “Do not tell anyone about the vision until the Son of Man is raised from the dead.”

10 The disciples questioned Him, saying, “Why then do the Torah scholars say that Elijah must come first?”

11 Yeshua replied, “Indeed, Elijah is coming and will restore all things. [c] 12 I tell you that Elijah already came; and they didn’t recognize him, but did to him whatever they wanted. In the same way, the Son of Man is about to suffer at their hands.” 13 Then the disciples understood that He was speaking to them about John the Immerser.

See What Faith Can Do

14 When they came to the crowd, a man came to Yeshua, falling on his knees before Him and saying, 15 “Master, have mercy on my son, for he has seizures and suffers badly. For he often falls into the fire and often into the water. 16 I brought him to Your disciples, but they couldn’t heal him.”

17 And answering, Yeshua said, “O faithless and twisted generation![d] How long shall I be with you? How long shall I put up with you? Bring him here to Me.” 18 Yeshua rebuked the demon and it came out of him, and the boy was healed from that very hour.

19 Then the disciples came to Yeshua in private and said, “Why couldn’t we drive it out?”

20 And He said to them, “Because you trust so little. Amen, I tell you, if you have faith the size of a mustard seed, you will say to this mountain, ‘Move from here to there,’ and it will move. Nothing will be impossible for you.” (21 )[e]

Second Prediction: Death and Resurrection

22 Now while they were gathering in the Galilee, Yeshua said to them, “The Son of Man is about to be delivered into the hands of men; 23 and they will kill Him, and on the third day He will be raised.” And the disciples became greatly distressed.

24 When they came to Capernaum, the collectors of the Temple tax came to Peter and said, “Your teacher pays the Temple tax,[f] doesn’t He?”

25 “Yes,” Peter said.

Now when Peter came into the house, Yeshua spoke to him first, saying, “What do you think, Simon? The kings of the earth, from whom do they collect tolls or tax? From their sons or from strangers?”

26 After Peter said, “From strangers,” Yeshua said to him, “Then the sons are free. 27 But so that we do not offend them, go to the sea and throw out a hook, and take the first fish that comes up. And when you open its mouth, you’ll find a coin.[g] Take that, and give it to them, for Me and you.”

Footnotes:

  1. Matthew 17:4 cf. Exod. 40:34.
  2. Matthew 17:5 cf. Ps. 2:7; Prov. 30:4; Isa. 9:5(6); Deut. 18:15.
  3. Matthew 17:12 cf. Mal. 3:23(4:5).
  4. Matthew 17:17 cf. Deut. 32:5.
  5. Matthew 17:21 Most manuscripts omit verse 21: But this kind does not go out except by prayer and fasting.
  6. Matthew 17:24 Greek double drachma, Hebrew half-shekel; cf. Ex. 30:13; 38:26.
  7. Matthew 17:27 Lit. stater, a silver coin worth four drachmas or one shekel; the Temple Tax for two people.
Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17 SBL Greek New Testament (SBLGNT)

17 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ [a]ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ [b]ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας [c]συλλαλοῦντες μετ’ αὐτοῦ. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, [d]ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ [e]Ἠλίᾳ μίαν. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· [f]ἀκούετε αὐτοῦ. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ [g]προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ [h]αὐτὸν Ἰησοῦν μόνον.

Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν [i]ἐγερθῇ. 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ [j]μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 [k]δὲ ἀποκριθεὶς [l]εἶπεν· Ἠλίας μὲν [m]ἔρχεται καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

14 Καὶ [n]ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15 καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς [o]πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε [p]μεθ’ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ [q]λέγει αὐτοῖς· Διὰ τὴν [r]ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· [s]Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει [t]ὑμῖν.

22 [u]Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ [v]ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 [w]εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς [x]εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν [y]ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:2 ἐγένετο WH Treg NIV ] ἐγένοντο RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 ὤφθη WH Treg NIV ] ὤφθησαν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:3 συλλαλοῦντες μετ᾽αὐτοῦ WH Treg NIV ] μετ᾽αὐτοῦ συλλαλοῦντες RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 ποιήσω WH NIV ] ποιήσωμεν Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:4 Ἠλίᾳ μίαν WH Treg NIV ] μίαν Ἠλίᾳ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:5 ἀκούετε αὐτοῦ WH Treg NIV ] αὐτοῦ ἀκούετε RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:7 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NIV ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:8 αὐτὸν WH NIV ] τὸν Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:9 ἐγερθῇ WH Treg NIV ] ἀναστῇ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:10 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:11 ἔρχεται WH Treg NIV ] + πρῶτον RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:14 ἐλθόντων WH Treg NIV ] + αὐτῶν RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:15 πάσχει NIV RP ] ἔχει WH Treg
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:17 μεθ᾽ ὑμῶν ἔσομαι WH Treg NIV ] ἔσομαι μεθ᾽ ὑμῶν RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 λέγει WH Treg NIV ] Ἰησοῦς εἶπεν RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὀλιγοπιστίαν WH Treg NIV ] ἀπιστίαν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 Μετάβα ἔνθεν WH Treg NIV ] Μετάβηθι ἔντεῦθεν RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:20 ὑμῖν WH NIV ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:22 Συστρεφομένων WH Treg NIV ] Ἀναστρεφομένων RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:25 ἐλθόντα WH Treg NIV ] ὅτε εἰσῆλθεν RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:26 εἰπόντος δέ WH Treg NIV ] Λέγει αὐτῷ ὁ Πέτρος RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 εἰς WH Treg NA ] + τὴν NIV RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 17:27 ἀναβάντα WH Treg NIV ] ἀναβαίνοντα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes