A A A A A
Bible Book List

Mark 8Tree of Life Version (TLV)

Do You Still Not Understand?

In those days, there was another large crowd with nothing to eat, and Yeshua called the disciples. He said to them, “I have compassion for the crowd, because they’ve stayed with Me for three days now and have nothing to eat. If I send them home hungry they’ll pass out on the way, for some of them have come from very far away.”

His disciples answered Him, “How can anyone satisfy these people with bread here in a wasteland?”

“How many loaves do you have?” Yeshua was asking them.

“Seven,” they said.

He directed the crowd to recline on the ground. After taking the seven loaves and giving thanks, He broke them and began giving them to His disciples to serve; and they served them to the crowd. They also had a few small fish and, after offering a bracha for them, He commanded these to be served as well. They ate and were satisfied, and they picked up the broken pieces left over—seven baskets. About four thousand[a] were there, and Yeshua sent them away.

10 Right away, He got into the boat with His disciples and went to the area of Dalmanutha. 11 The Pharisees came and began to argue with Him, demanding a sign from heaven, to test Him. 12 Sighing deeply in His spirit, Yeshua said, “Why does this generation demand a sign? Amen, I tell you, no sign will be given to this generation.” 13 Leaving them, He got back into the boat and crossed to the other side.

The Un-Seeing Disciples

14 Now the disciples had forgotten to take bread, and they had only one loaf in the boat. 15 Yeshua was warning them, “Watch out! Beware of the hametz of the Pharisees and the hametz of Herod.”

16 They began to discuss with each other that they had no bread. 17 And Yeshua, aware of this, said to them, “Why do you discuss that you have no bread? You still don’t get it? Don’t you understand? Are your hearts hardened? 18 Having eyes, don’t you see? And having ears, don’t you hear? And don’t you remember? 19 When I broke the five loaves for the five thousand, how many baskets of leftovers did you pick up?”

“Twelve,” they say to Him.

20 “When I broke the seven loaves for the four thousand, how many baskets of leftovers did you pick up?”

“Seven,” they say to Him.

21 He said to them, “Do you still not understand?”

Eyes that Need Opening

22 They come to Bethsaida. Some people bring a blind man to Yeshua and beg Him to touch the man. 23 Taking the blind man by the hand, Yeshua brought him outside the village. After spitting on the man’s eyes and laying His hands on him, Yeshua asked the man, “Do you see anything?”

24 The man looked up and said, “I see men! They look like trees walking about.” 25 Then Yeshua put His hands on the man’s eyes again. The man looked intently, his sight was restored, and he began to see everything clearly.

26 Yeshua sent him straight home, saying, “Don’t even enter the village!”

27 Now Yeshua and His disciples went out to the villages around Caesarea Philippi. On the way He asked His disciples, “Who do people say that I am?”

28 They told Him, “John the Immerser; and others Elijah; but others, one of the prophets.”[b]

29 Then He asked them, “But who do you say that I am?”

Peter answered Him, “You are the Messiah!” 30 And He warned them not to tell anyone about Him.

Revealing the Mission

31 Then He began to teach them that the Son of Man must suffer many things and be rejected by the elders and ruling kohanim and Torah scholars, and be killed, and after three days rise again. [c] 32 He was speaking openly about this. And Peter took Him aside and began to rebuke Him. 33 But turning around and looking at His disciples, He rebuked Peter. He said, “Get behind Me, satan! You are not setting your mind on the things of God, but the things of men.”

34 Then He called the crowd, along with His disciples, and said to them, “If anyone wants to follow after Me, he must deny himself, take up his cross, and keep following Me. 35 For whoever wants to save his life will lose it, but whoever loses his life for My sake and the sake of the Good News will save it. 36 For what does it profit a man to gain the whole world, yet forfeit his soul? 37 For what could a man give in exchange for his soul? 38 For whoever is ashamed of Me and My words in this unfaithful and sinful generation, the Son of Man will also be ashamed of him when He comes in the glory of His Father with the holy angels!”

Footnotes:

  1. Mark 8:9 4000 men or families; cf. Matt. 15:32-39.
  2. Mark 8:28 cf. Deut. 18:17-19; Mal. 4:5.
  3. Mark 8:32 cf. Isa. 53.
Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΚΑΤΑ ΜΑΡΚΟΝ 8SBL Greek New Testament (SBLGNT)

Ἐν ἐκείναις ταῖς ἡμέραις [a]πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, [b]προσκαλεσάμενος τοὺς [c]μαθητὰς λέγει αὐτοῖς· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· [d]καί τινες αὐτῶν [e]ἀπὸ μακρόθεν [f]ἥκασιν. καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [g]ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ’ ἐρημίας; καὶ [h]ἠρώτα αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ [i]παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα [j]παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας [k]αὐτὰ εἶπεν [l]καὶ ταῦτα παρατιθέναι. [m]καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν [n]δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. 10 καὶ [o]εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη [p]ζητεῖ σημεῖον; ἀμὴν λέγω [q]ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς [r]πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.

14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς [s]ἀλλήλους ὅτι ἄρτους οὐκ [t]ἔχουσιν. 17 καὶ [u]γνοὺς λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; [v]πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους [w]κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. 20 ὅτε [x]καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; [y]καὶ λέγουσιν αὐτῷ· Ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· [z]Οὔπω συνίετε;

22 Καὶ [aa]ἔρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ [ab]ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι [ac]βλέπεις; 24 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. 25 εἶτα πάλιν [ad]ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ [ae]διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς [af]ἅπαντα. 26 καὶ ἀπέστειλεν αὐτὸν [ag]εἰς οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην [ah]εἰσέλθῃς.

27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 οἱ δὲ [ai]εἶπαν αὐτῷ λέγοντες [aj]ὅτι Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ [ak]ὅτι εἷς τῶν προφητῶν. 29 καὶ αὐτὸς [al]ἐπηρώτα αὐτούς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; [am]ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. 30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι [an]ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος [ao]ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν [ap]Πέτρῳ [aq]καὶ λέγει· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· [ar]Εἴ τις θέλει ὀπίσω μου [as]ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ [at]ἐὰν θέλῃ τὴν [au]ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν [av]ἀπολέσει τὴν [aw]ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου [ax]σώσει αὐτήν. 36 τί γὰρ [ay]ὠφελεῖ [az]ἄνθρωπον [ba]κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37 [bb]τί γὰρ [bc]δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 πάλιν πολλοῦ WH Treg NIV ] παμπόλλου RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 προσκαλεσάμενος WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:1 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 καί τινεςWH Treg NIV ] τινὲς γὰρ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἀπὸ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:3 ἥκασιν Treg NIV ] εἰσίν WH; ἥκουσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:4 ὅτι WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:5 ἠρώτα WH Treg NIV ] ἐπηρώτα RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παραγγέλλει WH Treg NIV ] παρήγγειλεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:6 παρατιθῶσιν WH Treg NIV ] παραθῶσιν RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 αὐτὰ WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:7 καὶ ταῦτα παρατιθέναι WH Treg NIV ] παραθεῖναι καὶ αὐτά RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:8 καὶ ἔφαγον WH Treg NIV ] Ἔφαγον δέ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:9 δὲ WH NIV ] + οἱ φαγόντες Treg RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ζητεῖ σημεῖον WH Treg NIV ] σημεῖον ἐπιζητεῖ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:12 ὑμῖν Treg NIV RP ] – WH
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:13 πάλιν ἐμβὰς WH NA ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἀλλήλους WH Treg NA ] + λέγοντες NIV RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:16 ἔχουσιν WH Treg NA ] ἔχομεν NIV RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 γνοὺς WH NA ] + ὁ Ἰησοῦς Treg NIV RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:17 πεπωρωμένην WH Treg NIV ] Ἔτι πεπωρωμένην RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:19 κλασμάτων πλήρεις WH Treg NIV ] πλήρεις κλασμάτων RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ NIV ] – WH NA; δὲ Treg RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:20 καὶ λέγουσιν αὐτῷ WH NIV ] οἱ δὲ εἶπον Treg RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:21 Οὔπω WH NIV ] Πῶς Treg; Πῶς οὐ RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:22 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 ἐξήνεγκεν WH Treg NIV ] ἐξήγαγεν RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:23 βλέπεις WH NIV ] βλέπει Treg RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἐπέθηκεν NIV RP ] ἔθηκεν WH Treg
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NIV ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:25 ἅπαντα WH Treg NIV ] ἅπαντας RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰς WH Treg NIV ] + τὸν RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:26 εἰσέλθῃς WH NIV ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 εἶπαν αὐτῷ λέγοντες WH NIV ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι WH NIV ] – Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:28 ὅτι εἷς WH Treg NIV ] ἕνα RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἐπηρώτα αὐτούς WH Treg NIV ] λέγει αὐτοῖς RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:29 ἀποκριθεὶς WH Treg NIV ] + δὲ RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:31 ὑπὸ WH Treg NIV ] ἀπὸ RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:32 ὁ Πέτρος αὐτὸν WH Treg NIV ] αὐτὸν ὁ Πέτρος RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 Πέτρῳ WH Treg NIV ] τῷ Πέτρῳ RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:33 καὶ λέγει WH Treg NIV ] λέγων RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 Εἴ τις WH Treg NIV ] Ὅστις RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:34 ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NIV RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἐὰν WH Treg NIV ] ἂν RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 ἀπολέσει WH Treg NIV ] ἀπολέσῃ RP
  49. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 *ψυχὴν αὐτοῦ Treg NIV RP ] ἑαυτοῦ ψυχὴν WH
  50. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:35 σώσει WH Treg NIV ] οὗτος σώσει RP
  51. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ὠφελεῖ WH NIV ] ὠφελήσει Treg RP
  52. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 ἄνθρωπον WH NIV RP ] τὸν ἄνθρωπον Treg
  53. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:36 κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NIV ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  54. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 τί γὰρ WH Treg NIV ] Ἢ τί RP
  55. ΚΑΤΑ ΜΑΡΚΟΝ 8:37 δοῖ WH Treg NIV ] δώσει RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes