A A A A A
Bible Book List

John 5 Tree of Life Version (TLV)

Healing on Shabbat

After this there was a Jewish feast, and Yeshua went up to Jerusalem. Now in Jerusalem there is a pool by the sheep gate, called Bethzatha in Aramaic,[a] which has five porches. In these a crowd of invalids was lying around—blind, lame, disabled. ()[b]

Now a certain man had been an invalid there for thirty-eight years. Seeing him lying there and knowing he had been that way a long time, Yeshua said to him, “Do you want to get well?”

The invalid answered Him, “Sir, I have nobody to put me into the pool when the water is stirred up. While I’m trying to get in, somebody else steps down before me!”

Yeshua tells him, “Get up! Pick up your mat and walk!”

Immediately, the man was healed! He took up his mat and started walking around. Now that day was Shabbat, 10 so Judean leaders were saying to the man who was healed, “It’s Shabbat! It’s not permitted for you to carry your mat.”

11 But he answered them, “The man who made me well told me, ‘Pick up your mat and walk.’”

12 They asked him, “Who is the man who told you, ‘Pick up your mat and walk’?” 13 But the man who had been healed didn’t know who it was, for Yeshua had slipped away into the crowd in that place.

14 Afterwards, Yeshua finds him in the Temple. He said to him, “Look, you’ve been healed! Stop sinning, so nothing worse happens to you.” 15 The man left and told the Judean leaders that it was Yeshua who had made him well.

Sent by the Father

16 Because Yeshua was doing these things on Shabbat, the Judean leaders started persecuting Him. 17 But Yeshua said to them, “My Father is still working, and I also am working.” 18 So for this reason the Judean leaders kept trying even harder to kill Him—because He was not only breaking Shabbat,[c] but also calling God His own Father, making Himself equal with God.

19 Therefore Yeshua answered them, “Amen, amen I tell you, the Son cannot do anything by Himself. He can do only what He sees the Father doing. Whatever the Father does, the Son does likewise. 20 For the Father loves the Son and shows Him everything He does. He will show Him even greater works than these, so that you will be amazed. 21 For just as the Father raises the dead and gives them life, so also the Son gives life to whomever He wants. 22 The Father does not judge anyone, but has handed over all judgment to the Son 23 so that all should honor the Son, just as they honor the Father. Whoever does not honor the Son does not honor the Father who sent Him.

24 “Amen, amen I tell you, whoever hears My word and trusts the One who sent Me has eternal life. He does not come into judgment, but has passed over from death into life. 25 Amen, amen I tell you, an hour is coming and is now here, when the dead will hear the voice of Ben-Elohim. Those who hear will live! 26 For just as the Father has life in Himself, so also He has granted the Son to have life in Himself. 27 Also He has given the Son authority to judge, because He is the Son of Man.

28 “Do not be amazed at this, for an hour is coming when all who are in their graves will hear His voice 29 and come out![d] Those who have done good will come to a resurrection of life, and those who have done evil will come to a resurrection of judgment. 30 I can do nothing on My own. Just as I hear, I judge; and My judgment is just, for I do not seek My own will, but the will of the One who sent Me.”

The Father Testifies about the Son

31 “If I testify about Myself, My witness is not valid. 32 There is another who testifies about Me, and I know that the testimony He gives is true. 33 You have sent to John, and he has testified to the truth. 34 I do not receive the testimony of man, but I say these things so that you may be saved. 35 He was the lamp that was burning and shining, and you wanted to rejoice for a while in his light.

36 “But the testimony I have is greater than that from John. The works the Father has given Me to finish—the very works I am doing—testify about Me, that the Father has sent Me. 37 And the Father who sent Me has testified concerning Me. You have never heard His voice nor seen His form. 38 Nor do you have His Word living in you, because you do not trust the One He sent. 39 You search the Scriptures because you suppose that in them you have eternal life. It is these that testify about Me. 40 Yet you are unwilling to come to Me so that you may have life!

41 “I do not accept glory from men. 42 But I know you, that you do not have the love of God in yourselves. 43 I have come in My Father’s name, and you do not receive Me. But if another comes in his own name, you will receive him. 44 How can you believe, when you receive glory from one another and you do not seek the glory that comes from God alone?

45 “Do not think that I will accuse you before the Father. The one who accuses you is Moses, in whom you have put your hope. 46 For if you were believing Moses, you would believe Me—because he wrote about Me. 47 But since you do not believe his writings, how will you believe My words?”[e]

Footnotes:

  1. John 5:2 Lit. in Hebrew. Bethesda (Heb.) means House of Mercy. Bethzatha (Aram.) means the place of poured out water.
  2. John 5:4 ASV adds: They waited for the water to be moved. Other mss. also add verse 4: because an angel of the Lord sometimes went to the pool and moved the water. Then, whoever went into the water first was healed from whatever disease he had.
  3. John 5:18 cf. Mk. 2:27; Lk. 13:16.
  4. John 5:29 cf. Ezek. 37:12; Ps. 16:10; Dan. 12:2.
  5. John 5:47 cf. Deut. 18:15-19.
Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5 SBL Greek New Testament (SBLGNT)

Μετὰ ταῦτα [a]ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ [b]ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ [c]Βηθεσδά, πέντε στοὰς ἔχουσα· ἐν ταύταις κατέκειτο [d]πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, [e]ξηρῶν. ἦν δέ τις ἄνθρωπος ἐκεῖ [f]τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ [g]αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. λέγει αὐτῷ ὁ Ἰησοῦς· [h]Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.

Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, [i]καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν [j]κράβαττον. 11 [k]ὃς δὲ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν [l]οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· [m]Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν [n]σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ [o]ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον [p]οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 [q]δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.

19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ [r]ἔλεγεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν [s]ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. 20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε. 21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ. 22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ, 23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν. 24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.

25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ [t]ἀκούσουσιν τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες [u]ζήσουσιν. 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως [v]καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν [w]αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν. 28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις [x]ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ [y]δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.

30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός [z]με.

31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής· 32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ. 33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ· 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε. 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ· 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν [aa]μείζω τοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ [ab]δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα [ac]ἃ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν, 37 καὶ ὁ πέμψας με πατὴρ [ad]ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ [ae]πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε [af]ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.

39 Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· 40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε. 41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἦν WH Treg NIV ] + ἡ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἀνέβη WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:2 Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 πλῆθος WH Treg NIV ] + πολὺ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 ξηρῶν WH Treg NIV ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 τριάκοντα Treg RP ] + καὶ WH NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 αὐτοῦ WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 καὶ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 κράβαττον WH Treg RP ] + σου NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:11 ὃς δὲ WH Treg] ὁ δὲ NIV; – RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 οὖν Treg RP ] – WH NIV
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 Ἆρον WH NIV ] + τὸν κράβαττόν σου Treg RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:14 σοί τι WH Treg NIV ] τί σοι RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:15 ἀνήγγειλεν Treg NIV RP ] εἶπεν WH
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:16 οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:17 δὲ WH ] + Ἰησοῦς Treg NIV RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἔλεγεν WH NIV ] εἶπεν Treg RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:19 ἐὰν Treg NIV RP ] ἂν WH
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:25 ζήσουσιν WH Treg NIV ] ζήσονται RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:26 καὶ τῷ υἱῷ ἔδωκεν WH Treg NIV ] ἔδωκεν καὶ τῷ υἱῷ RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:27 αὐτῷ WH Treg NIV ] + καὶ RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:28 ἀκούσουσιν WH Treg NIV ] ἀκούσονται RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:29 δὲ Treg NIV RP ] – WH
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:30 με WH Treg NIV ] + πατρός RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 μείζω WH NIV RP ] μείζων Treg
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 δέδωκέν WH Treg NIV ] ἔδωκέν RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:36 WH Treg NIV ] + ἐγὼ RP
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 ἐκεῖνος WH Treg NIV ] αὐτὸς RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:37 πώποτε ἀκηκόατε WH Treg NIV ] ἀκηκόατε πώποτε RP
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:38 ἐν ὑμῖν μένοντα WH Treg NIV ] μένοντα ἐν ὑμῖν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes