Add parallel Print Page Options

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων [a]Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων [b]Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων [c]Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ [d]εἶπεν αὐτῷ· Κύριε, [e]πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [f]ὁ Ἰησοῦς· Βόσκε τὰ [g]πρόβατά μου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:15 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:16 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 εἶπεν WH Treg RP ] λέγει NIV
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πάντα σὺ WH Treg NIV ] σὺ πάντα RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 NIV RP ] – WH Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πρόβατά WH NIV RP ] προβάτιά Treg

Bible Gateway Sponsors