A A A A A
Bible Book List

Acts 26 Tree of Life Version (TLV)

Defense Before King Agrippa

26 Agrippa said to Paul, “It is permitted for you to speak for yourself.”

Then Paul stretched out his hand and began his defense. “Concerning all I am accused of by the Judean leaders, I consider myself fortunate, King Agrippa, that it is before you that I am about to make my defense today— since you are especially knowledgeable about all Jewish customs and issues. Therefore I beg you to listen patiently to me.

“Now all the Jewish people have known my manner of life ever since my youth, starting from the beginning in my own nation and also in Jerusalem. They have known about me for a long time—if they were willing to testify—that according to the strictest sect of our religion, I lived as a Pharisee.

“Yet now I stand here being judged for the hope in the promise made by God to our fathers. It is the promise that our twelve tribes hope to attain, as they earnestly worship night and day. And for this hope I am accused by Jewish people, O King! Why is it judged incredible by any of you that God raises the dead?

“In fact, I myself thought it was necessary to do many things in opposition to the name of Yeshua ha-Natzrati. 10 And that is what I did in Jerusalem. Not only did I lock up many of the kedoshim in prisons by the authority I received from the ruling kohanim, but I cast my vote against them when they were being condemned to death. 11 I tried to cause them to blaspheme by punishing them often in the synagogues. In furious rage against them, I persecuted them even in foreign cities.

12 “While journeying to Damascus with the authority and commission of the ruling kohanim, 13 at midday, O King, I saw on the road a light from heaven, brighter than the sun, shining around me and those traveling with me. 14 When we had all fallen to the ground, I heard a voice saying to me in Aramaic, ‘Saul, Saul, why are you persecuting Me? It is hard for you to kick against goads!’

15 “Then I said, ‘Who are you, Lord?’

“And the Lord said, ‘I am Yeshua—whom you are persecuting. 16 But get up, and stand on your feet.[a] For I have appeared to you for this purpose—to appoint you as a servant and witness to the things you have seen as well as to the things I will yet reveal to you. 17 I will rescue you[b] from your own people, and from the Gentiles to whom I am sending you, 18 to open their eyes—so they may turn from darkness to light[c] and from the power of satan to God, that they may receive release from sins as well as a place among those who are made holy through trusting in Me.’

19 “Therefore, O King Agrippa, I was not disobedient to the heavenly vision. 20 Rather, I kept declaring—first to those in Damascus, and then Jerusalem and throughout all the region of Judea, and also the Gentiles—that they should repent and turn to God, performing deeds consistent with that repentance.

21 “For this reason some Judeans seized me in the Temple and tried to put me to death. 22 Since I have had God’s help, to this day I have stood here testifying to both small and great. I am saying nothing but what the Prophets and Moses said was going to happen— 23 that the Messiah was to suffer and that, being first to rise from the dead, He would proclaim light both to our people and to the nations.[d]

24 As Paul was thus making his defense, Festus says with a loud voice, “You’re crazy, Paul! Your great learning is driving you insane!”

25 But Paul declares, “I am not insane, most noble Festus! Rather I am speaking the sober truth. 26 For the king knows about these things, and I speak freely to him, since I am convinced that none of these things escape his notice—for this was not done in a corner. 27 King Agrippa, do you believe the Prophets? I know that you do believe!”

28 Agrippa said to Paul, “In a short time you are trying to persuade me to be Messianic!”[e]

29 And Paul said, “Whether short or long, I would pray to God that not only you, but also all who hear me today would be such as I am—except for these chains!”

30 Then the king stood up, as well as the governor, Bernice, and those sitting with them. 31 When they had gone away, they began talking among themselves, saying, “This man is doing nothing deserving of death or chains.”

32 Then Agrippa said to Festus, “This man could have been set free, if he had not appealed to Caesar.”

Footnotes:

  1. Acts 26:16 cf. Ezek. 2:1; Dan. 10:11.
  2. Acts 26:17 cf. Jer. 1:8, 19.
  3. Acts 26:18 cf. Isa. 35:5; 42:7, 16.
  4. Acts 26:23 cf. Isa. 42:6; 49:6.
  5. Acts 26:28 Grk. Christianos; Heb. M’shichim; cf. Acts 11:26; 1 Pet. 4:16.
Tree of Life Version (TLV)

Tree of Life (TLV) Translation of the Bible. Copyright © 2015 by The Messianic Jewish Family Bible Society.

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26 SBL Greek New Testament (SBLGNT)

26 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι [a]ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος [b]ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων [c]σήμερον ἀπολογεῖσθαι, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους [d]ἐθῶν τε καὶ ζητημάτων· διὸ [e]δέομαι μακροθύμως ἀκοῦσαί μου.

Τὴν μὲν οὖν βίωσίν μου [f]τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν [g]τε Ἱεροσολύμοις ἴσασι [h]πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. καὶ νῦν ἐπ’ ἐλπίδι τῆς [i]εἰς τοὺς πατέρας [j]ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι [k]ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;

Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς [l]τε τῶν ἁγίων ἐγὼ [m]ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

12 Ἐν [n]οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς [o]τῆς τῶν ἀρχιερέων 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14 πάντων [p]τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν [q]λέγουσαν πρός [r]με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ [s]κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές [t]με ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ [u]ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ [v]ἀποστέλλω σε 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ [w]ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν [x]τε καὶ Ἱεροσολύμοις, [y]πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν [z]ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτων [aa]με Ἰουδαῖοι [ab]συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆς [ac]ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ [ad]τε λαῷ καὶ τοῖς ἔθνεσιν.

24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ [ae]φησιν· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 ὁ δὲ [af]Παῦλος· Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν [ag]καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ [ah]αὐτὸν τούτων οὐ πείθομαι [ai]οὐθέν, οὐ γάρ [aj]ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν [ak]Παῦλον· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν [al]ποιῆσαι. 29 ὁ δὲ [am]Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν [an]μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.

30 [ao]Ἀνέστη [ap]τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου [aq]ἢ δεσμῶν ἄξιον [ar]τι πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Footnotes:

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:1 ὑπὲρ WH RP ] περὶ Treg NIV
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:1 ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NIV ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:2 σήμερον ἀπολογεῖσθαι WH Treg NIV ] ἀπολογεῖσθαι σήμερον RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:3 ἐθῶν WH Treg NIV ] ἠθῶν RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:3 δέομαι WH Treg NIV ] + σου RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 τὴν NIV RP ] – WH Treg
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 τε WH Treg NIV ] – RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 πάντες WH Treg ] + οἱ NIV RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:6 εἰς WH Treg NIV ] πρὸς RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:6 ἡμῶν WH Treg NIV ] – RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NIV ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:10 τε WH Treg NIV ] – RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:10 ἐν WH Treg NIV ] – RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:12 οἷς WH Treg NIV ] + καὶ RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:12 τῆς WH Treg NIV ] + παρὰ RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 τε WH Treg NIV ] δὲ RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 λέγουσαν WH Treg NIV ] λαλοῦσαν RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 με WH Treg NIV ] + καὶ λέγουσαν RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:15 κύριος WH Treg NIV ] – RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:16 με WH NIV ] – Treg RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:17 ἐκ WH Treg NIV ] – RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:17 ἀποστέλλω σε WH Treg NIV ] σε ἀποστέλλω RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:18 ἐπιστρέψαι WH Treg NIV ] ὑποστρέψαι RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 τε WH Treg NIV ] – RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 πᾶσάν WH Treg NIV ] εἰς πᾶσάν RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 ἀπήγγελλον WH Treg NIV ] ἀπαγγέλλων RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:21 με Ἰουδαῖοι WH Treg NIV ] οἱ Ἰουδαῖοι με RP
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:21 συλλαβόμενοι WH Treg RP ] + ὄντα NIV
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:22 ἀπὸ WH Treg NIV ] παρὰ RP
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:23 τε WH Treg NIV ] – RP
  31. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:24 φησιν WH Treg NIV ] ἔφη RP
  32. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:25 Παῦλος WH Treg NIV ] – RP
  33. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 καὶ Treg NIV RP ] – WH
  34. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 αὐτὸν WH ] + τι Treg NIV RP
  35. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 οὐθέν WH Treg NIV ] οὐδέν RP
  36. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 ἐστιν WH Treg NIV ] – RP
  37. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:28 Παῦλον WH Treg NIV ] + ἔφη RP
  38. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:28 ποιῆσαι WH Treg NIV ] γενέσθαι RP
  39. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:29 Παῦλος WH Treg NIV ] + εἶπεν RP
  40. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:29 μεγάλῳ WH Treg NIV ] πολλῷ RP
  41. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:30 Ἀνέστη WH Treg NIV ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP
  42. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:30 τε WH Treg NIV ] – RP
  43. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:31 ἢ δεσμῶν ἄξιον WH Treg NIV ] ἄξιον ἢ δεσμῶν RP
  44. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:31 τι NIV ] – WH Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

Viewing of
Cross references
Footnotes