A A A A A
Bible Book List

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26-39 SBL Greek New Testament (SBLGNT)

26 Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται [a]τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί [b]προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα [c]ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις, 27 ὁ δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα [d]συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; 32 ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· 34 τίς ὁ [e]κατακρινῶν; [f]Χριστὸς ὁ ἀποθανών, μᾶλλον [g]δὲ [h]ἐγερθείς, ὅς [i]καί ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· 35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 καθὼς γέγραπται ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37 ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε [j]ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.

Footnotes:

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 τῇ ἀσθενείᾳ WH Treg NIV ] ταῖς ἀσθενείαις RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 προσευξώμεθα WH Treg NIV ] προσευξόμεθα RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:26 ὑπερεντυγχάνει WH Treg NIV ] + ὑπὲρ ἡμῶν RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:28 συνεργεῖ Treg NIV RP ] + ὁ θεὸς WH
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:34 κατακρινῶν WH NIV ] κατακρίνων Treg RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:34 Χριστὸς Treg RP ] + Ἰησοῦς WH NIV
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:34 δὲ WH Treg NIV ] + καὶ RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:34 ἐγερθείς Treg NIV RP ] + ἐκ νεκρῶν WH
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:34 καί Treg NIV RP ] – WH
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:38 ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις WH Treg NIV ] δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes