A A A A A
Bible Book List

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1-10 SBL Greek New Testament (SBLGNT)

13 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ [a]ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ [b]ὡς ἐσφαγμένην εἰς θάνατον, καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ [c]ἐθαυμάσθη [d]ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντι [e]ὅτι ἔδωκεν τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίς [f]δύναται πολεμῆσαι μετ’ αὐτοῦ;

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ [g]βλασφημίας, καὶ ἐδόθη αὐτῷ [h]ἐξουσία ποιῆσαι μῆνας [i]τεσσεράκοντα δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς [j]βλασφημίας πρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιν [k]αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, [l]οὗ οὐ γέγραπται τὸ ὄνομα [m]αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τις [n]εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ [o]ἀποκτανθῆναι αὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

Footnotes:

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:1 ὀνόματα WH Treg RP NA ] ὄνομα NIV
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὡς WH Treg NIV ] ὡσεὶ RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ἐθαυμάσθη WH Treg NIV ] ἐθαύμασεν RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:3 ὅλη ἡ γῆ WH NIV RP ] ἐν ὅλῃ τῇ γῇ Treg
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 ὅτι ἔδωκεν WH Treg NIV ] τῷ δεδωκότι RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:4 δύναται WH Treg NIV ] δύνατος RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 ἐξουσία WH Treg NIV ] + πόλεμον RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:5 τεσσεράκοντα Treg RP] + καὶ WH NIV
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:6 βλασφημίας WH Treg NIV ] βλασφημίαν RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτὸν WH Treg NIV ] αὐτῷ RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 οὗ WH Treg NIV] ὧν RP
  13. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:8 αὐτοῦ WH Treg NIV ] – RP
  14. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NIV ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP
  15. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 13:10 ἀποκτανθῆναι NIV ] ἀποκτενεῖ δεῖ WH Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes