A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:1-11SBL Greek New Testament (SBLGNT)

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. καὶ προσελθὼν [a]ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται [b]ὁ ἄνθρωπος, ἀλλ’ [c]ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ [d]ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν καὶ [e]εἶπεν αὐτῷ· Ταῦτά [f]σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· [g]Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ πειράζων εἶπεν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 ἐπὶ WH NIV RP ] ἐν Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:5 ἔστησεν WH Treg NIV ] ἵστησιν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:9 εἶπεν WH Treg NIV ] λέγει RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:9 σοι πάντα WH Treg NIV ] πάντα σοι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:10 Ὕπαγε WH Treg NA ] + ὀπίσω μου NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes