A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:37-38SBL Greek New Testament (SBLGNT)

37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:7-16SBL Greek New Testament (SBLGNT)

πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, [a]νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ [b]ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς [c]αὐτοῦ. 11 εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν [d]πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς [e]ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι [f]ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8 νεκροὺς ἐγείρετε WH Treg NIV ] RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 αὐτοῦ WH Treg NIV ] + ἐστιν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:13 πρὸς Treg NIV RP ] ἐφ’ WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἂν WH Treg NIV ] ἐὰν RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:14 ἔξω WH Treg NIV ] RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1-12SBL Greek New Testament (SBLGNT)

10 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος [a]καὶ ἑτέρους ἑβδομήκοντα [b]δύο καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο [c]δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. ἔλεγεν [d]δὲ πρὸς αὐτούς· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως [e]ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. ὑπάγετε· [f]ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, [g]μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. εἰς ἣν δ’ ἂν [h]εἰσέλθητε οἰκίαν πρῶτον λέγετε· Εἰρήνη τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν [i]ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ’ ὑμᾶς ἀνακάμψει. ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ [j]αὐτοῦ. μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· Ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 10 εἰς ἣν δ’ ἂν πόλιν [k]εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11 Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν [l]εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι [m]ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ. 12 λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 καὶ Treg RP ] – WH NIV
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:1 *δύο WH NIV ] – Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 δὲ WH Treg NIV ] οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:2 ἐργάτας ἐκβάλῃ WH Treg NIV ] ἐκβάλῃ ἐργάτας RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:3 ἰδοὺ WH Treg NIV ] + ἐγὼ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:4 μὴ WH Treg NIV ] μηδὲ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:5 εἰσέλθητε οἰκίαν WH Treg NIV ] οἰκίαν εἰσέρχησθε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:6 ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NIV
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:7 αὐτοῦ WH Treg NIV ] + ἐστίν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:10 εἰσέλθητε WH Treg NIV ] εἰσέρχησθε RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:11 εἰς τοὺς πόδας WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:11 ἤγγικεν WH Treg NIV ] + ἐφ᾽ ὑμᾶς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes