A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:18-26SBL Greek New Testament (SBLGNT)

18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς [a]ἐλθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ’ αὐτήν, καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς [b]ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22 ὁ δὲ Ἰησοῦς [c]στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 [d]ἔλεγεν· Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ. 25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:18 ἐλθὼν Treg NIV RP ] προσελθὼν WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:19 ἠκολούθει WH Treg ] ἠκολούθησεν NIV RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:22 στραφεὶς WH Treg NIV ] ἐπιστραφεὶς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 9:24 ἔλεγεν WH Treg NIV ] λέγει αὐτοῖς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 5:21-43SBL Greek New Testament (SBLGNT)

21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 [a]καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ [b]παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς [c]τὰς χεῖρας αὐτῇ [d]ἵνα σωθῇ καὶ [e]ζήσῃ. 24 καὶ ἀπῆλθεν μετ’ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 καὶ [f]γυνὴ οὖσα ἐν ῥύσει αἵματος [g]δώδεκα ἔτη 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 [h]ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγεν γὰρ ὅτι [i]Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ σωθήσομαι. 29 καὶ [j]εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ [k]εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν [l]αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· [m]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

35 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36 ὁ δὲ Ἰησοῦς [n]παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. 37 καὶ οὐκ ἀφῆκεν οὐδένα [o]μετ’ αὐτοῦ συνακολουθῆσαι εἰ μὴ [p]τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38 καὶ [q]ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον [r]καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, 39 καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. 40 καὶ κατεγέλων αὐτοῦ. [s]αὐτὸς δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ [t]παιδίον· 41 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα [u]κουμ, ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, [v]ἔγειρε. 42 καὶ [w]εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν [x]εὐθὺς ἐκστάσει μεγάλῃ. 43 καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:22 καὶ WH Treg NIV ] + ἰδού RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 παρακαλεῖ WH Treg NIV ] παρεκάλει RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 τὰς χεῖρας αὐτῇ WH Treg NIV ] αὐτῇ τὰς χεῖρας RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 ἵνα WH Treg NIV ] ὅπως RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:23 ζήσῃ WH Treg NIV ] ζήσεται RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 γυνὴ WH Treg NIV ] + τις RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:25 δώδεκα ἔτη WH NIV ] ἔτη δώδεκα Treg RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:27 ἀκούσασα Treg NIV RP ] + τὰ WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:28 Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NIV ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:29 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:30 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:33 αὐτῇ WH Treg NIV ] ἐπ᾽ αὐτῇ RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:34 Θυγάτηρ WH Treg NIV ] θύγατερ RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:36 παρακούσας WH Treg NIV ] εὐθέως ἀκούσας RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 μετ᾽ αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:37 τὸν WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 ἔρχονται WH Treg NIV ] ἔρχεται RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:38 καὶ WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 αὐτὸς WH Treg NIV ] Ὁ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:40 παιδίον WH Treg NIV ] + ἀνακείμενον RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 κουμ WH Treg NIV ] κοῦμι RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:41 ἔγειρε WH Treg NIV ] ἔγειραι RP
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] εὐθέως RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 5:42 *εὐθὺς WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40-56SBL Greek New Testament (SBLGNT)

40 [a]Ἐν δὲ τῷ [b]ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ [c]οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [d]τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [e]ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν [f]ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ [g]Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ [h]ἀποθλίβουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [i]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [j]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [k]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου [l]λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, [m]μηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη [n]αὐτῷ· Μὴ φοβοῦ, μόνον [o]πίστευσον, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν [p]τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, [q]οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς [r]δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, [s]ἔγειρε. 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 ὑποστρέφειν WH NIV ] ὑποστρέψαι Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 οὗτος WH Treg NIV ] αὐτὸς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 τοῦ Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA ] – WH NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἀπ᾽ WH Treg NIV ] ὑπ᾽ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 Πέτρος WH NIV ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετ᾽ αὐτοῦ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 ἀποθλίβουσιν WH NIV ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 λέγων WH NIV ] + αὐτῷ Treg RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 μηκέτι WH Treg NIV ] μὴ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 αὐτῷ WH Treg NIV ] + λέγων RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 πίστευσον WH Treg NIV ] πίστευε RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:51 τινα σὺν αὐτῷ WH Treg NIV ] οὐδένα RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:52 οὐ γὰρ WH Treg NIV ] οὐκ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 δὲ WH Treg NIV ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 ἔγειρε WH Treg NIV ] ἔγειρου RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes