A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:5-13SBL Greek New Testament (SBLGNT)

[a]Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. [b]καὶ λέγει [c]αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. [d]καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ [e]ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, [f]παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, [g]ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ [h]παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 καὶ Treg NIV RP ] WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 ὡς WH NIV ] καὶ ὡς Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 παῖς WH Treg ] + αὐτοῦ NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30SBL Greek New Testament (SBLGNT)

30 καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ [a]παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 7:30 παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NIV ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 7:1-10SBL Greek New Testament (SBLGNT)

[a]Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ. Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ [b]παρέξῃ τοῦτο, ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν [c]φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ [d]ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ [e]ἰαθήτω ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, [f]οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες [g]εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον [h]τὸν δοῦλον ὑγιαίνοντα.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:1 Ἐπειδὴ WH Treg NIV ] Ἐπει δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:4 παρέξῃ WH Treg NIV ] παρέξει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 φίλους ὁ ἑκατοντάρχης WH NIV ] πρὸς αὐτὸν φίλους ὁ ἑκατόνταρχος Treg; πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:6 ἱκανός εἰμι WH Treg NIV ] εἰμι ἱκανός RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:7 ἰαθήτω WH Treg NIV ] ἰαθήσεται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:9 οὐδὲ WH Treg NIV ] οὔτε RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 εἰς τὸν οἶκον οἱ πεμφθέντες WH Treg NIV ] οἱ πεμφθέντες εἰς τὸν οἶκον RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:10 τὸν WH Treg NIV ] + ἀσθενοῦντα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 13:28-29SBL Greek New Testament (SBLGNT)

28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν [a]ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ [b]ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:28 ὄψησθε WH NIV RP ] ὄψεσθε Treg
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:29 ἀπὸ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:46-54SBL Greek New Testament (SBLGNT)

46 Ἦλθεν οὖν [a]πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ [b]ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. [c]ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ [d]ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ [e]ὑπήντησαν [f]αὐτῷ λέγοντες ὅτι ὁ παῖς [g]αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν [h]τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· [i]εἶπαν οὖν αὐτῷ ὅτι [j]Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ [k]ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ [l]Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 τοῦτο [m]δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:46 πάλιν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:47 ἠρώτα WH Treg NIV ] + αὐτὸν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ὃν WH Treg NIV ] ᾧ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτοῦ WH Treg NIV ] σου RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 Ἐχθὲς WH Treg NIV ] Χθὲς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 ὅτι WH ] + ἐν Treg NIV RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 Ἰησοῦς WH Treg NIV ] + ὅτι RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:54 δὲ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes