Add parallel Print Page Options

16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.

Read full chapter

32 Ὀψίας δὲ γενομένης, ὅτε [a]ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ [b]ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν [c]αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:32 ἔδυ NIV RP ] ἔδυσεν WH Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:33 ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NIV ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:34 αὐτόν Treg NIV RP ] + χριστὸν εἶναι WH

40 Δύνοντος δὲ τοῦ ἡλίου [a]ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας [b]ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [c]κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ [d]εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἅπαντες WH NIV ] πάντες Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NIV ] ἐπιθεὶς ἐθεράπευσεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κραυγάζοντα NIV ] κράζοντα WH Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 εἶ WH Treg NIV ] + ὁ χριστὸς RP