A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:1-17 SBL Greek New Testament (SBLGNT)

[a]Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. καὶ ἰδοὺ λεπρὸς [b]προσελθὼν προσεκύνει αὐτῷ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο [c]αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.

[d]Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. [e]καὶ λέγει [f]αὐτῷ· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. [g]καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ [h]ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, [i]παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ· Ὕπαγε, [j]ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ [k]παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:1 Καταβάντος δὲ αὐτοῦ WH Treg NIV ] Καταβάντι δὲ αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:2 προσελθὼν WH Treg NIV ] ἐλθὼν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:3 αὐτοῦ WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:5 Εἰσελθόντος δὲ αὐτοῦ WH Treg NIV ] Εἰσελθόντι δὲ αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 καὶ Treg NIV RP ] WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:7 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:8 καὶ ἀποκριθεὶς NIV RP ] ἀποκριθεὶς δὲ WH Treg
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:9 ἐξουσίαν Treg NIV RP ] + τασσόμενος WH
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:10 παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ WH Treg NIV ] οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 ὡς WH NIV ] καὶ ὡς Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 8:13 παῖς WH Treg ] + αὐτοῦ NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes