A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:1-5SBL Greek New Testament (SBLGNT)

Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος [a]ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον [b]ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:4 ἐκ WH Treg NIV ] ἀπὸ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 7:5 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NIV ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24-25SBL Greek New Testament (SBLGNT)

24 καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται [a]ὑμῖν. 25 ὃς γὰρ [b]ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ [c]ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:25 WH NIV RP ] ὃς Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37-42SBL Greek New Testament (SBLGNT)

37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· [a]καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον [b]σεσαλευμένον ὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· [c]ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

39 Εἶπεν δὲ [d]καὶ παραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον [e]ἐμπεσοῦνται; 40 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν [f]διδάσκαλον, κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. 41 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 42 [g]πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις [h]τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:37 καὶ WH NIV ] – Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 σεσαλευμένον WH Treg NIV ] καὶ σεσαλευμένον καὶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:38 ᾧ γὰρ μέτρῳ WH Treg NIV ] Τᾧ γὰρ αὐτῷ μέτρῳ ᾧ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 καὶ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:39 ἐμπεσοῦνται WH Treg NIV ] πεσοῦνται RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:40 διδάσκαλον WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 πῶς WH NIV ] ἢ πῶς Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:42 τὸ κάρφος … σου ἐκβαλεῖν WH NIV ] ἐκβαλεῖν τὸ κάρφος … σου Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes