A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:43-48SBL Greek New Testament (SBLGNT)

43 Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς [a]ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ [b]τῶν διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ [c]ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι [d]τὸ αὐτὸ ποιοῦσιν; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς [e]ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ [f]ἐθνικοὶ [g]τὸ αὐτὸ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι [h]ὡς ὁ πατὴρ ὑμῶν ὁ [i]οὐράνιος τέλειός ἐστιν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 ὑμῶν WH Treg NIV ] + εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 τῶν WH Treg NIV ] + ἐπηρεαζόντων ὑμᾶς καὶ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:45 ἐν WH Treg NIV ] + τοῖς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:46 τὸ αὐτὸ WH NIV RP ] οὕτως Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἀδελφοὺς WH Treg NIV ] φίλους RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἐθνικοὶ WH Treg NIV ] τελῶναι RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 τὸ αὐτὸ WH Treg NIV ] οὕτως RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 ὡς WH Treg NIV ] ὥσπερ RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-28SBL Greek New Testament (SBLGNT)

27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους [a]ὑμᾶς, προσεύχεσθε [b]περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 περὶ WH NIV ] ὑπὲρ Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:32-36SBL Greek New Testament (SBLGNT)

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [a]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [b]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [c]δανίσητε παρ’ ὧν ἐλπίζετε [d]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [e]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 [f]γίνεσθε οἰκτίρμονες [g]καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 γίνεσθε WH Treg NIV ] + οὖν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 καθὼς WH NIV ] + καὶ Treg RP NA
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes