A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:38-48SBL Greek New Testament (SBLGNT)

38 Ἠκούσατε ὅτι ἐρρέθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος. 39 ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ’ ὅστις σε [a]ῥαπίζει [b]εἰς τὴν δεξιὰν [c]σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ’ αὐτοῦ δύο. 42 τῷ αἰτοῦντί σε [d]δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.

43 Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου. 44 ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς [e]ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ [f]τῶν διωκόντων ὑμᾶς· 45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ [g]ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι [h]τὸ αὐτὸ ποιοῦσιν; 47 καὶ ἐὰν ἀσπάσησθε τοὺς [i]ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ [j]ἐθνικοὶ [k]τὸ αὐτὸ ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι [l]ὡς ὁ πατὴρ ὑμῶν ὁ [m]οὐράνιος τέλειός ἐστιν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 ῥαπίζει WH Treg NIV ] ῥαπίσει RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 εἰς WH Treg NIV ] ἐπί RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:39 σιαγόνα NIV RP ] + σου WH Treg NA
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:42 δός WH Treg NIV ] δίδου RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 ὑμῶν WH Treg NIV ] + εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:44 τῶν WH Treg NIV ] + ἐπηρεαζόντων ὑμᾶς καὶ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:45 ἐν WH Treg NIV ] + τοῖς RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:46 τὸ αὐτὸ WH NIV RP ] οὕτως Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἀδελφοὺς WH Treg NIV ] φίλους RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 ἐθνικοὶ WH Treg NIV ] τελῶναι RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:47 τὸ αὐτὸ WH Treg NIV ] οὕτως RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 ὡς WH Treg NIV ] ὥσπερ RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 5:48 οὐράνιος WH Treg NIV ] ἐν τοῖς οὐρανοῖς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:27-36SBL Greek New Testament (SBLGNT)

27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους [a]ὑμᾶς, προσεύχεσθε [b]περὶ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 [c]παντὶ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ [d]ἄνθρωποι, ποιεῖτε αὐτοῖς ὁμοίως.

32 Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. 33 [e]καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; [f]καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. 34 καὶ ἐὰν [g]δανίσητε παρ’ ὧν ἐλπίζετε [h]λαβεῖν, ποία ὑμῖν χάρις ἐστίν; [i]καὶ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 [j]γίνεσθε οἰκτίρμονες [k]καθὼς ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 ὑμᾶς WH Treg NIV ] ὑμῖν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:28 περὶ WH NIV ] ὑπὲρ Treg RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:30 παντὶ WH NIV ] + δὲ τῷ Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:31 ἄνθρωποι WH NIV ] + καὶ ὑμεῖς Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ Treg NIV RP ] + γὰρ WH NA
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:33 *καὶ WH NIV ] + γὰρ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 δανίσητε WH NIV ] δανείζετε Treg; δανείζητε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 λαβεῖν WH Treg NIV ] ἀπολαβεῖν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:34 καὶ WH NIV ] + γὰρ Treg RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 γίνεσθε WH Treg NIV ] + οὖν RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 6:36 καθὼς WH NIV ] + καὶ Treg RP NA
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes