A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:13-17SBL Greek New Testament (SBLGNT)

13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ· 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· 15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν [a]σκοτίᾳ [b]φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:16 σκοτίᾳ WH Treg ] σκότει NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:16 φῶς εἶδεν WH Treg NIV ] εἶδεν φῶς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14-15SBL Greek New Testament (SBLGNT)

14 [a]Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ [b]εὐαγγέλιον τοῦ θεοῦ 15 καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NIV RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:14 εὐαγγέλιον WH Treg NIV ] + τῆς βασιλείας RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 4:14-15SBL Greek New Testament (SBLGNT)

14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:43-46SBL Greek New Testament (SBLGNT)

43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν [a]ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· 44 αὐτὸς [b]γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες [c]ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.

46 Ἦλθεν οὖν [d]πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:43 ἐκεῖθεν WH Treg NIV ] + καὶ ἀπῆλθεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:44 γὰρ WH Treg NIV ] + ὁ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:45 ὅσα WH Treg NIV ] ἃ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:46 πάλιν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes