A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:13-17SBL Greek New Testament (SBLGNT)

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14 ὁ δὲ [a]Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν [b]πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 [c]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς [d]εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ [e]ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν [f]πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ [g]περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:14 Ἰωάννης Treg NIV RP ] WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 περιστερὰν WH ] + καὶ Treg NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 1:9-11SBL Greek New Testament (SBLGNT)

Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη [a]εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ [b]εὐθὺς ἀναβαίνων [c]ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα [d]ὡς περιστερὰν καταβαῖνον [e]εἰς αὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν [f]σοὶ εὐδόκησα.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:9 εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NIV ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ἐκ WH Treg NIV ] ἀπὸ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 ὡς WH Treg NIV ] ὡσεὶ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:10 εἰς WH Treg NIV ] ἐπ᾽ RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:11 σοὶ WH Treg NIV ] ᾧ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 3:21-22SBL Greek New Testament (SBLGNT)

21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει [a]ὡς περιστερὰν ἐπ’ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ [b]γενέσθαι· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 ὡς WH Treg NIV ] ὡσεὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 3:22 γενέσθαι WH Treg NIV ] + λέγουσαν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:29-34SBL Greek New Testament (SBLGNT)

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστιν [a]ὑπὲρ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ [b]ἐν ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον [c]ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ [d]ἐκλεκτὸς τοῦ θεοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:30 ὑπὲρ WH Treg NIV ] περὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:31 ἐν WH Treg NIV ] + τῷ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32 ὡς WH Treg NIV ] ὡσεὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes