A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:11-15SBL Greek New Testament (SBLGNT)

11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο [a]ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν [b]αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες [c]τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [d]ἡμέρας.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 ἐπὶ WH NIV RP ] ὑπὸ Treg
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:14 αὐτὸν Treg NIV RP ] WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 τὰ Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 28:15 ἡμέρας WH Treg NIV ] RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes