A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:31-32SBL Greek New Testament (SBLGNT)

31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.

SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20-21SBL Greek New Testament (SBLGNT)

20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [a]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [b]σταυρώσωσιν αὐτόν.

21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26-32SBL Greek New Testament (SBLGNT)

26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι [a]Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν [b]αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς [c]ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ· πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ [d]αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ [e]ἔθρεψαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν [f]τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

32 Ἤγοντο δὲ καὶ ἕτεροι [g]κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:26 Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NIV ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:27 αἳ WH Treg NIV ] + καὶ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:28 NIV RP ] – WH Treg
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 αἱ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:29 ἔθρεψαν WH Treg NIV ] ἐθήλασαν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:31 τῷ Treg NIV RP ] – WH
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:32 κακοῦργοι δύο WH NIV ] δύο κακοῦργοι Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17SBL Greek New Testament (SBLGNT)

17 καὶ βαστάζων [a]αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς [b]τὸν λεγόμενον Κρανίου Τόπον, [c]ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα,

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 τὸν WH Treg NIV ] τόπον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 WH Treg NIV ] ὅς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes