A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:15-23SBL Greek New Testament (SBLGNT)

15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [a]Ἰησοῦν Βαραββᾶν. 17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, [b]Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν. 20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· [c]Τὸν Βαραββᾶν. 22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; [d]λέγουσιν πάντες· Σταυρωθήτω. 23 [e]δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:16 Ἰησοῦν Holmes NA ] WH Treg NIV RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:17 Ἰησοῦν τὸν Holmes NA ] τὸν WH; Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:21 Τὸν WH Treg NIV ] RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:23 δὲ WH Treg NIV ] + ἡγεμὼν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 15:6-14SBL Greek New Testament (SBLGNT)

Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον [a]ὃν παρῃτοῦντο. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν [b]στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ [c]ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι [d]καθὼς ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 ὁ δὲ Πιλᾶτος [e]πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· Τί οὖν [f]θέλετε ποιήσω [g]ὃν λέγετε [h]τὸν βασιλέα τῶν Ἰουδαίων; 13 οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. 14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ [i]ἐποίησεν κακόν; οἱ δὲ [j]περισσῶς ἔκραξαν· Σταύρωσον αὐτόν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:6 ὃν παρῃτοῦντο WH NIV ] ὅνπερ ᾐτοῦντο Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:7 στασιαστῶν WH Treg NIV ] συστασιαστῶν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 ἀναβὰς WH Treg NIV ] ἀναβοήσας RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:8 καθὼς WH NIV ] + ἀεὶ Treg RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NIV] ἀποκριθεὶς πάλιν εἶπεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 θέλετε Treg RP NA ] – WH NIV
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 ὃν λέγετε WH NIV RP ] – Treg
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:12 τὸν WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 ἐποίησεν κακόν WH Treg NIV ] κακόν ἐποίησεν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:14 περισσῶς WH Treg NIV ] περισσοτέρως RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 23:17-23SBL Greek New Testament (SBLGNT)

18 [a]Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν [b]τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον [c]βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν [d]δὲ ὁ Πιλᾶτος [e]προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· [f]Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ [g]αὐτῶν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 Ἀνέκραγον WH Treg NIV ] Ἀνέκραξαν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 τὸν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:19 βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NIV ] βεβλημένος εἰς φυλακήν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 δὲ WH Treg NIV ] οὖν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NIV
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 Σταύρου σταύρου WH Treg NIV ] Σταύρωσον σταύρωσον RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 αὐτῶν WH NIV ] + καὶ τῶν ἀρχιερέων Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39-40SBL Greek New Testament (SBLGNT)

39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα [a]ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν [b]ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν [c]πάλιν λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:40 πάλιν WH NIV ] + πάντες Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes