A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11-14SBL Greek New Testament (SBLGNT)

11 Ὁ δὲ Ἰησοῦς [a]ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς [b]ἔφη· Σὺ λέγεις. 12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων [c]καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο. 13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἐστάθη WH Treg NIV ] ἔστη RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:11 ἔφη WH NIV ] + αὐτῷ Treg RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:12 καὶ WH NIV ] + τῶν Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 15:2-5SBL Greek New Testament (SBLGNT)

καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς [a]αὐτῷ λέγει· Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν [b]ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου [c]κατηγοροῦσιν. ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:2 αὐτῷ λέγει WH Treg NIV ] εἶπεν αὐτῷ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 ἐπηρώτα WH Treg NIV ] ἐπηρώτησεν RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 15:4 κατηγοροῦσιν WH Treg NIV ] καταμαρτυροῦσιν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2-5SBL Greek New Testament (SBLGNT)

ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος [a]ἡμῶν καὶ κωλύοντα [b]φόρους Καίσαρι διδόναι [c]καὶ λέγοντα [d]αὑτὸν χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος [e]ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, [f]καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 ἡμῶν WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 φόρους Καίσαρι WH Treg NIV ] Καίσαρι φόρους RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:2 αὑτὸν WH ] ἑαυτὸν Treg NIV RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:3 ἠρώτησεν WH Treg NIV ] ἐπηρώτησεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:5 καὶ WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29-38SBL Greek New Testament (SBLGNT)

29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος [a]ἔξω πρὸς αὐτοὺς καὶ [b]φησίν· Τίνα κατηγορίαν φέρετε [c]κατὰ τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος [d]κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς [e]ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. [f]εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.

33 Εἰσῆλθεν οὖν [g]πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 [h]ἀπεκρίθη Ἰησοῦς· [i]Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι [j]εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται [k]οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη [l]ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς [m]εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια;

Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν [n]εὑρίσκω ἐν αὐτῷ αἰτίαν·

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 ἔξω WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 φησίν WH Treg NIV ] εἶπεν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 κατὰ Treg NIV RP ] – WH
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:30 κακὸν ποιῶν WH Treg NIV ] κακοποιός RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 Treg NIV RP ] – WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 εἶπον WH Treg NIV ] + οὖν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NIV ] εἰς τὸ πραιτώριον πάλιν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 Ἀπὸ σεαυτοῦ WH Treg NIV ] Ἀφ᾽ ἑαυτοῦ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 εἶπόν σοι WH Treg NIV ] σοι εἶπόν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:36 οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NIV ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 εἰμι WH Treg NIV ] + ἐγώ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:38 εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NIV ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes