A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69-75SBL Greek New Testament (SBLGNT)

69 Ὁ δὲ Πέτρος [a]ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου· 70 ὁ δὲ ἠρνήσατο [b]ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα [c]δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει [d]τοῖς ἐκεῖ· [e]Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου· 72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ· 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ [f]εὐθέως ἀλέκτωρ ἐφώνησεν· 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ [g]ῥήματος Ἰησοῦ [h]εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:69 ἐκάθητο ἔξω WH Treg NIV ] ἔξω ἐκάθητο RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:70 ἔμπροσθεν WH Treg NIV ] + αὐτῶν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 δὲ WH Treg NIV ] + αὐτὸν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 τοῖς WH Treg NIV ] αὐτοῖς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:71 Οὗτος WH NIV ] Καὶ οὗτος Treg RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:74 εὐθέως NIV RP ] εὐθὺς WH Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 ῥήματος WH Treg NIV ] + τοῦ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:75 εἰρηκότος WH Treg NIV ] + αὐτῷ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 14:66-72SBL Greek New Testament (SBLGNT)

66 Καὶ ὄντος τοῦ Πέτρου [a]κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ [b]ἦσθα τοῦ Ἰησοῦ· 68 ὁ δὲ ἠρνήσατο λέγων· [c]Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον [d]καὶ ἀλέκτωρ ἐφώνησεν. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν [e]ἤρξατο πάλιν λέγειν τοῖς [f]παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ [g]καὶ ἡ λαλιά σου ὁμοιάζει· 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ [h]εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα [i]ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα [j]φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ, καὶ ἐπιβαλὼν ἔκλαιεν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:66 κάτω ἐν τῇ αὐλῇ WH Treg NIV ] ἐν τῇ αὐλῇ κάτω RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:67 ἦσθα τοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ ἦσθα RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NIV ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:68 καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA ] – WH NIV
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 ἤρξατο πάλιν WH NIV ] πάλιν ἤρξατο Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:69 παρεστῶσιν WH Treg NIV ] παρεστηκόσιν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:70 καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NIV
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 εὐθὺς WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 ὡς WH Treg NIV ] ὃ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:72 φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NIV ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δίς ἀπαρνήσῃ με τρίς RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 22:56-62SBL Greek New Testament (SBLGNT)

56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ [a]ἠρνήσατο λέγων· [b]Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος [c]ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ [d]λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι [e]σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν [f]ἔξω ἔκλαυσεν πικρῶς.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 ἠρνήσατο WH Treg NIV ] + αὐτόν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NIV ] Γύναι οὐκ οἶδα αὐτόν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 ἔφη WH Treg NIV ] εἴπεν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 λόγου Treg RP ] ῥήματος WH NIV
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 σήμερον WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 ἔξω WH Treg NIV ] + ὁ Πέτρος RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:25-27SBL Greek New Testament (SBLGNT)

25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; [a]ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; 27 πάλιν οὖν [b]ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:25 ἠρνήσατο WH Treg NIV ] + οὖν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:27 ἠρνήσατο WH Treg NIV ] + ὁ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes