Add parallel Print Page Options

47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ [a]ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον [b]τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ [c]ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ [d]δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι [e]ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ [f]ἡμέραν [g]ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 WH Treg NIV ] ᾧ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 δύναμαι WH Treg NIV ] + ἄρτι RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἡμέραν WH NIV ] + πρὸς ὑμᾶς Treg RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NIV ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP

43 Καὶ [a]εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται [b]Ἰούδας [c]εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ [d]ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ [e]ἀπάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν [f]εὐθὺς προσελθὼν αὐτῷ λέγει· [g]Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν [h]τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ [i]τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ [j]ὠτάριον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν [k]ἔφυγον πάντες.

51 Καὶ [l]νεανίσκος τις [m]συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν [n]αὐτόν, 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς [o]ἔφυγεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 Ἰούδας NIV RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 εἷς WH Treg NIV ] + ὢν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:43 ὄχλος WH Treg NIV ] + πολὺς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:44 ἀπάγετε WH Treg NIV ] ἀπαγάγετε RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:45 Ῥαββί WH Treg NIV ] αὐτῷ Ῥαββί ῥαββί RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:46 τὰς χεῖρας αὐτῷ WH Treg NIV ] ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 τις WH NIV RP ] – Treg
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:47 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:50 ἔφυγον πάντες WH Treg NIV ] πάντες ἔφυγον RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 νεανίσκος τις WH Treg NIV ] εἷς τις νεανίσκος RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 συνηκολούθει WH Treg NIV ] ἠκολούθησεν RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:51 αὐτόν WH Treg NIV ] + οἱ νεανίσκοι RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:52 ἔφυγεν WH Treg NIV ] + ἀπ᾽ αὐτῶν RP

47 [a]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [b]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [c]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [d]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [e]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [f]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [g]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [h]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [i]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP

ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις [a]συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [b]ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. Ἰησοῦς [c]οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν [d]ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει [e]αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. ὡς οὖν εἶπεν [f]αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. πάλιν οὖν [g]ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ [h]ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν [i]μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;

12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 συνήχθη WH Treg NIV ] + ὁ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 ἐκ τῶν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 οὖν WH NIV RP ] δὲ Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NIV ] ἐξελθὼν εἶπεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:5 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:6 αὐτοῖς WH Treg NIV ] + ὅτι RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:7 ἐπηρώτησεν αὐτούς WH Treg NIV ] αὐτούς ἐπηρώτησεν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:10 ὠτάριον WH Treg NIV ] ὠτίον RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:11 μάχαιραν WH Treg NIV ] + σου RP