A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36-56 SBL Greek New Testament (SBLGNT)

36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν [a]ἐκεῖ προσεύξωμαι. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει [b]αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39 καὶ [c]προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται [d]τοῦτο [e]παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν [f]πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς [g]πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν [h]πάλιν. 45 τότε ἔρχεται πρὸς τοὺς [i]μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε [j]τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ [k]ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον [l]τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ [m]ἀπολοῦνται· 53 ἢ δοκεῖς ὅτι οὐ [n]δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι [o]ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; 55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ [p]ἡμέραν [q]ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:36 ἐκεῖ προσεύξωμαι WH Treg NIV ] προσεύξωμαι ἐκεῖ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:38 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:39 προελθὼν WH NIV ] προσελθὼν Treg RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 τοῦτο WH Treg NIV ] + τὸ ποτήριον RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:42 παρελθεῖν WH Treg NIV ] + ἀπ᾽ ἐμοῦ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:43 πάλιν εὗρεν αὐτοὺς WH Treg NIV ] εὑρίσκει αὐτοὺς πάλιν RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν ἀπελθὼν WH Treg NIV ] ἀπελθὼν πάλιν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:44 πάλιν WH NIV ] Treg RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 μαθητὰς WH Treg NIV ] + αὐτοῦ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:45 τὸ Treg NIV RP ] WH
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:50 WH Treg NIV ] ᾧ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 τὴν μάχαιράν σου WH Treg NIV ] σου τὴν μάχαιραν RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:52 ἀπολοῦνται WH Treg NIV ] ἀποθανοῦνται RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 δύναμαι WH Treg NIV ] + ἄρτι RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:53 ἄρτι πλείω WH Treg NIV ] πλείους ἢ RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἡμέραν WH NIV ] + πρὸς ὑμᾶς Treg RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:55 ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων WH Treg NIV ] ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes