A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:30-35SBL Greek New Testament (SBLGNT)

30 καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ [a]διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, [b]ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε [c]ἀπαρνήσομαι. [d]ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:31 διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:33 ἐγὼ WH Treg NIV ] + δὲ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:35 ὁμοίως WH Treg NIV ] + δὲ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 14:26-31SBL Greek New Testament (SBLGNT)

26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες [a]σκανδαλισθήσεσθε, ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ [b]τὰ πρόβατα διασκορπισθήσονται. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· [c]Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον [d]ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς [e]με ἀπαρνήσῃ. 31 ὁ δὲ [f]ἐκπερισσῶς ἐλάλει· Ἐὰν [g]δέῃ με συναποθανεῖν σοι, οὐ μή σε [h]ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 σκανδαλισθήσεσθε WH Treg NIV ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:27 τὰ πρόβατα διασκορπισθήσονται WH Treg NIV ] διασκορπισθήσεται τὰ πρόβατα RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:29 Εἰ καὶ WH Treg NIV ] Καὶ εἰ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 ταύτῃ τῇ νυκτὶ WH Treg NIV ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:30 με ἀπαρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ με RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἐκπερισσῶς ἐλάλει WH Treg NIV ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 δέῃ με WH Treg NIV ] με δέῃ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:31 ἀπαρνήσομαι WH Treg NIV ] ἀπαρνήσωμαι RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31-34SBL Greek New Testament (SBLGNT)

31 [a]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [b]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [c]φωνήσει σήμερον ἀλέκτωρ [d]ἕως τρίς [e]με ἀπαρνήσῃ εἰδέναι.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36-38SBL Greek New Testament (SBLGNT)

36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; [a]ἀπεκρίθη Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, [b]ἀκολουθήσεις δὲ ὕστερον. 37 λέγει αὐτῷ [c]ὁ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι [d]ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 [e]ἀποκρίνεται Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ [f]ἀρνήσῃ με τρίς.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:36 ἀκολουθήσεις δὲ ὕστερον WH Treg NIV ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:37 ἀκολουθῆσαι NIV RP ] ἀκολουθεῖν WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀποκρίνεται WH Treg NIV ] Ἀπεκρίθη αὐτῷ ὁ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:38 ἀρνήσῃ WH Treg NIV ] ἀπαρνήσῃ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes