A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:21-25SBL Greek New Testament (SBLGNT)

21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ [a]εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ’ ἐμοῦ [b]τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει· 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:22 εἷς ἕκαστος WH Treg NIV ] ἕκαστος αὐτῶν RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:23 τὴν χεῖρα ἐν τῷ τρυβλίῳ WH Treg NIV ] ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 14:18-21SBL Greek New Testament (SBLGNT)

18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων [a]ὁ Ἰησοῦς εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 [b]ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι [c]ἐγώ; 20 [d]δὲ εἶπεν αὐτοῖς· [e]Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς [f]τὸ τρύβλιον· 21 [g]ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· [h]καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:18 ὁ Ἰησοῦς εἶπεν WH NIV ] εἶπεν ὁ Ἰησοῦς Treg RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἤρξαντο WH NIV ] οἱ δὲ ἤρξαντο Treg RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:19 ἐγώ WH Treg NIV ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 Εἷς WH NIV ] + ἐκ Treg RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:20 τὸ Treg NIV RP ] + ἓν WH
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 ὅτι WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:21 καλὸν WH NIV ] + ἦν Treg RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 22:21-23SBL Greek New Testament (SBLGNT)

21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης· 22 [a]ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου [b]κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 ὅτι ὁ υἱὸς μὲν WH Treg NIV ] καὶ ὁ μὲν υἱὸς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:22 κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NIV ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:21-30SBL Greek New Testament (SBLGNT)

21 Ταῦτα εἰπὼν [a]ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 [b]ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 [c]ἦν ἀνακείμενος εἷς [d]ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος [e]πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 [f]ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 [g]ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ [h]βάψω τὸ ψωμίον [i]καὶ δώσω αὐτῷ· [j]βάψας οὖν τὸ [k]ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος [l]Ἰσκαριώτου. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ [m]ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον [n]εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [o]ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος [p]ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.

Footnotes:

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:21 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:22 ἔβλεπον WH NIV ] + οὖν RP Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἦν WH Treg NIV ] + δὲ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἐκ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:24 πυθέσθαι τίς ἂν εἴη NIV RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NIV; ἐπιπεσὼν δὲ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψω WH Treg NIV ] βάψας RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:27 NIV RP ] – WH Treg
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 εἶχεν WH Treg NIV ] + ὁ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 Treg NIV RP ] – WH
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:30 ἐξῆλθεν εὐθύς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes