A A A A A
Bible Book List

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:14-30SBL Greek New Testament (SBLGNT)

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 [a]πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ [b]ἐκέρδησεν ἄλλα [c]πέντε· 17 [d]ὡσαύτως ὁ τὰ δύο [e]ἐκέρδησεν ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν [f]γῆν καὶ [g]ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ [h]πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει [i]λόγον μετ’ αὐτῶν 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα [j]ἐκέρδησα. 21 [k]ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν [l]δὲ καὶ ὁ τὰ δύο [m]τάλαντα εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα [n]ἐκέρδησα. 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει [o]σε οὖν βαλεῖν [p]τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· [q]τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πορευθεὶς WH NIV ] + δὲ Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 ἐκέρδησεν WH Treg NIV ] ἐποίησεν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:16 πέντε WH Treg NIV ] + τάλαντα RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ὡσαύτως WH NIV ] + καὶ Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:17 ἐκέρδησεν WH Treg NIV ] + καὶ αὐτὸς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 γῆν WH Treg NIV ] ἐν τῇ γῇ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:18 ἔκρυψεν WH Treg NIV ] ἀπέκρυψεν RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 πολὺν χρόνον WH Treg NIV ] χρόνον πολὺν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:19 λόγον μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν λόγον RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:20 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:21 ἔφη WH Treg NIV ] + δὲ RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 δὲ Treg NIV RP ] WH
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 τάλαντα WH Treg NIV ] + λαβὼν RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:22 ἐκέρδησα WH Treg NIV ] + ἐπ᾽ αὐτοῖς RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 σε οὖν WH Treg NIV ] οὖν σε RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:27 τὰ ἀργύριά WH NIV ] τὸ ἀργύριόν Treg RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 25:29 τοῦ δὲ WH Treg NIV ] ἀπὸ δὲ τοῦ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34SBL Greek New Testament (SBLGNT)

34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [a]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

Footnotes:

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11-27SBL Greek New Testament (SBLGNT)

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς [a]εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· [b]Πραγματεύσασθε [c]ἐν ᾧ ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς [d]δεδώκει τὸ ἀργύριον, ἵνα [e]γνοῖ τί [f]διεπραγματεύσαντο. 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου [g]δέκα προσηργάσατο μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· [h]Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· [i]Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ [j]ἐπάνω γίνου πέντε πόλεων. 20 καὶ [k]ὁ ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [l]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [m]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [n]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [o]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [p]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [q]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [r]αὐτοὺς ἔμπροσθέν μου.

Footnotes:

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:11 εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NIV ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 Πραγματεύσασθε Treg NIV RP ] πραγματεύσασθαι WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:13 ἐν ᾧ WH Treg NIV ] ἕως RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 δεδώκει WH Treg NIV ] ἔδωκεν RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 γνοῖ WH Treg NIV ] γνῷ τίς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:15 διεπραγματεύσαντο WH Treg NIV ] διεπραγματεύσατο RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:16 δέκα προσηργάσατο WH Treg NIV ] προσηργάσατο δέκα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:17 Εὖγε WH Treg NIV ] Εὖ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:18 Ἡ μνᾶ σου κύριε WH Treg NIV ] Κύριε ἡ μνᾶ σου RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:19 ἐπάνω γίνου WH NIV ] γίνου ἐπάνω Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:20 WH Treg NIV ] – RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP
SBL Greek New Testament (SBLGNT)

Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes